Decree of Erannos confirming friendship with and asylia of
Teos; c. 170/140 BC; found near Hereke: *LW 76; **SGDI 5182 (l.
29); not in ICret.
[ ]
LW 76
| 1 | vacat Ἐραννίων. vacat |
| [ἐπειδ]ὴ ὁ δᾶμος ὁ Τηΐων ἐκ παλαιῶν | |
| [χρόνων] συγγενὴς ὑπάρχων καὶ φίλος | |
| [δι]ὰ προγόνων τᾶς τῶν Ἐραννίων πόλιος | |
| 5 | ἐξαπέσταλκεν ψάφισμα καὶ πρεγ- |
| γευτὰς Ἡρόδοτον καὶ Μενεκλῆν, πα- | |
| ρακαλίων ἁμὲ συντηρεῖν τὰ δεδομέ- | |
| να τίμια ὑπὸ τῶν προγόνων ἁμίων καὶ | |
| ἐπὶ πλεῖον αὔξειν, καὶ ὅπως ἀναγρα- | |
| 10 | φῇ τὸ πρότερον δόγμα, ὃ κατεβάλοντο |
| οἱ πρόγονοι περὶ τᾶς ἀσυλίας καὶ καθιε- | |
| ρώσιος τᾶς τῶν Τηΐων πόλιος καὶ τᾶς | |
| χώρας, ἐν ὁποίωι κα κρίνωμεν ἱερῶι, περὶ | |
| ὧν καὶ οἱ πρεγγευταὶ διελέγησαν ἀκο- | |
| 15 | λούθως τοῖς ἐν τῶι ψαφίσματι κα- |
| τακεχωρισμένοις μετὰ πάσης φιλο- | |
| τιμίας· v ἀγαθᾶι τύχαι ἔδοξεν Ἐρωνίων | |
| τοῖς κόσμοις καὶ τᾶι πόλει ἐπαινέσαι | |
| τὸν δᾶμον τὸν Τηΐων ἐπὶ τῶι πρός | |
| 20 | τε τὸς θεὸς εὐσεβῶς διακεῖσθαι καὶ |
| μεμνᾶσθαι τῶν φίλων καὶ συγγενέων, | |
| καὶ ἀποκρίνασθαι ὅτι ἁ πόλις τῶν Ἐρωνίων | |
| καὶ πρότερον τετήρηκεν τὰν πρὸς Τη- | |
| ΐους φιλίαν καὶ εὔνοιαν, καὶ νῦν δὲ | |
| 25 | μένουσα ἐπὶ τᾶς αὐτᾶς αἱρέσιος, τό τε |
| δόγμα τὸ πρότερον γραφὲν ὑπὸ τῶν προ- | |
| γόνων περὶ τᾶς καθιερώσιος καὶ ἀσυ- | |
| λίας τᾶς πόλιος καὶ τᾶς χώρας τᾶς Τη- | |
| ΐων ὁμοίως δὲ καὶ τὸ νῦν ἀναγραψ<ε>ῖ ἐς τὸ | |
| 30 | ἱαρὸν τὸ τοῦ Ἀσκλαπιοῦ, καὶ τηρήσει |
| τὰν φιλίαν καὶ ἐπὶ πλεῖον αὐξήσει, καὶ ἐ- | |
| άν τις ἐπὶ τὰν πόλιν τὰν Τηΐων ἢ τὰν | |
| χώραν τὰν καθιερωμέναν τῶι Διονύσωι | |
| τῶι ἀρχαγέται τᾶς πόλιος αὐτῶν στρα- | |
| 35 | τεύηται ἢ κατὰ γᾶν ἢ κατὰ θάλασσαν |
| βοαθήσει ὁ δᾶμος ὁ Ἐραννίων καθότι ἂν | |
| ᾖ δυνατός· ὅπως δὲ εἴδωντι Τήϊοι | |
| τὰν Ἐραννίων εὔνοιαν, ἃν ἔχοντι πορ- | |
| τ’ αὐτός, δεδόχθαι ἦμεν Τηΐους πολίτας | |
| 40 | Ἐραννίων, εἶναι δὲ αὐτοῖς καὶ ἀτέλειαν |
| καὶ ἔνκτησιν γᾶς καὶ οἰκίας· ἐπαινοῦ- | |
| μεν δὲ καὶ τοῦς πρεγγευτὰς Ἡρόδοτον | |
| Μηνοδότω, Μενεκλέα Διονυσίω ἐπί τε | |
| τῶι σπεύδειν ὑπὲρ τᾶς πατρίδος φιλο- | |
| 45 | τίμως, καὶ τὰν ἐνδαμίαν πεποιῆσθαι |
| ἀξίως ἀμφοτερᾶν τᾶν πολίων, ἦμεν | |
| δὲ αὐτὸς καὶ προξένος τᾶς τῶν Ἐραν- | |
| νίων πόλιος, καλέσαι δὲ αὐτὸς καὶ ἐπὶ | |
| ξενισμὸν ἐπὶ τὰν κοινὰν ἑστίαν. |