Decree of Eleutherna establishing friendship with and asylia
of Teos; c. 200 BC: CIG 3047; *LW 71; **ICret II Eleutherna no.
21 (ll. 5, 9, 12, 22).
[ ]
LW 71
| 1 | vacat Ἐλευθερναίων. vacat |
| ἐπειδὴ Τήϊοι φίλοι καὶ συγγενεῖς διὰ προγόνων | |
| ὑπάρχοντες ψάφισμά τε καὶ πρεσβευτὰς ἀπεστάλ- | |
| καντι παρ’ ἁμὲ Ἀπολλόδοτόν τε καὶ Κ<ω>λώταν, οἵ- | |
| 5 | τινες ἐπελθόντες ἐπὶ τὰν ἐσκλησίαν τὰν φι- |
| λίαν καὶ τὰν συγγένειαν τὰν ὑπάρχουσαν | |
| ποτ’ αὐτοὺς καὶ τἄλλα διελέγησαν [εὖ καὶ] ἐν- | |
| δόξως περί τε τῶ θεῶ καὶ τᾶς καθιερώσεως τᾶς πό- | |
| λεως καὶ τᾶς χώρας, ἀκολούθως ἀπολο[γιζόμενοι] | |
| 10 | τοῖς ἐν τῶι ψαφίσματι κατακεχωρισμένοις |
| τάν τε φιλίαν καὶ τὰν εὔνοιαν διαφυλάσσειν καί | |
| τινος ἀγαθῶ παραιτίους γίνεσθαι καὶ τὰ π̣[αρακαλώ]- | |
| μενα ἐπὶ πλέον συναύξειν, ὁμοίως δὲ παρεκάλ[εσε] | |
| καὶ Ἀγήσανδρος Εὐκράτευς Ῥόδιος ὁ παρὰ τῶ βασι- | |
| 15 | λέως Ἀντιόχω πρεσβευτὰς ἐπὶ τὰς τῶ πολέμω |
| διαλύσεις ἀποσταλείς, οὐθὲν ἐλλείπων σπου- | |
| δᾶς καὶ φιλοτιμίας κατ’ οὐθένα τρόπον· ὡσαύτως δὲ | |
| καὶ Περδίκκας ὁ παρὰ τῶ βασιλέως Φιλίππω πεμ- | |
| φθείς· δεδόχθαι τοῖς κόσμοις καὶ τᾶι πόλει τῶν Ἐλευ- | |
| 20 | θερναίων ἀποκρίνασθαι Τηΐοις φίλοις καὶ οἰκείοις |
| οὖσιν διότι τά τε περὶ τὸν Διόνυσον καὶ αὐτοὶ σεβό- | |
| μεθα καὶ τὸν ὑμὸν δᾶμον ἀσπαζόμεθά τε κἠ- | |
| παινίομεν διότι καλῶς καὶ ἱεροπρεπῶς καὶ κατα- | |
| ξίως τῶ θεῶ διεξάγοντες οὐ μόνον καθῶς πὰρ τῶν | |
| 25 | προγόνων παρέλαβον διαφυλάσσοντες, ἀλλὰ καὶ |
| πολλῶι μᾶλλον προσαύξοντες. ἕνεκεν ὧν καὶ παρ’ ἁ- | |
| μίων τὰ σεμνὰ καὶ τίμια δίδοται τῶι θεῶι καὶ Τηΐοις | |
| καὶ τάν τε πόλιν αὐτῶν καὶ τὰν χώραν ἱερὰν καὶ ἄσυ- | |
| λον ἀποδείκνυμεν καὶ πειρασόμεθα συναύξειν. |