Decree of Aitolia renewing friendship with Teos and confirming asylia of Teos; 205/1 BC; also found at Delphi: CIG 3046 and p. 1125; *LW 85; FD III 2, no. 134a; Syll3 565; **IG IX 12, 1, no. 192 (l. 16).  
[ ] LW 85
1 vacat Αἰτωλῶν. vacat
vacat στραταγέοντος Ἀλεξάνδρου Καλυδωνίου, Παναιτωλικοῖς· vacat
ἐπεὶ Τήϊοι πρεσ[βευ]τὰς ἀποστείλαντες Πυθαγόραν καὶ Κλεῖτον, τάν τε οἰκειότατα
καὶ τὰν φιλίαν ἀνενηοῦντο καὶ παρεκάλεον τοὺς Αἰτωλούς, ὅπως τάν τε πόλιν
5 αὐτῶν καὶ τὰν χώραν ἐπιχωρήσωντι ἱερὰν εἶμεν καὶ ἄσυλον τοῦ Διονύσου· vacat
δεδόχθαι τοῖς Αἰτωλοῖς ποτὶ τοὺς Τηΐους τὰν φιλίαν καὶ οἰκειότατα τὰν ὑπάρχουσαν
διαφυλάσσειν, καὶ τὰ ψαφίσματα τὰ πρότερον γεγονότα αὐτοὶς περὶ πάντων τῶν φιλαν-
θρώπων κατάμονα εἶμεν. ὑπάρχειν δὲ αὐτοῖς παρὰ τῶν Αἰτωλῶν τᾶς τε πόλιος καὶ τᾶς
χώρας τὰν ἀνιέρωσιν καὶ ἀσυλίαν, καθὼς καὶ οἱ πρεσβευταὶ ἀξίουν, καὶ μηθένα Αἰτωλῶν μηδὲ
10 τῶν ἐν Αἰτωλίαι κατοικεόντων ἄγειν τοὺς Τηΐους μηδὲ τοὺς ἐν Τέωι κατοικέοντας μηδαμόθεν
ὁρμωμένους, ἀλλὰ τὰν ἀσφάλειαν καὶ ἀσυλίαν εἶμεν αὐτοῖς τὰ ἀπ’ Αἰτωλῶν καὶ τῶν ἐν Αἰ-
τωλίαι κατοικεόντων.  εἰ δέ τίς κα ἄγηι ἢ αὐτοὺς ἢ τὰ ἐκ τὰς πόλιος ἢ χώρας, τὰ μὲν ἐμ-
φανῆ ἀναπράσσειν τὸν σ[τρ]ατα[γὸν] καὶ τοὺς συνέδρους ἀεὶ τοὺς ἐνάρχους, τῶν δὲ
ἀφανέων ὑποδίκους εἶμεν τοὺς ἀχνηκότας, γινομένας τοῖς Τηΐοις τᾶς ἐγδικάσιος
15 καὶ τᾶς λοιπᾶς οἰκονομίας, καθὼς καὶ τοῖς Διονυσιακοῖς τεχνίταις ὁ νόμος τῶν
Αἰτωλῶν κελεύει.  ὅπως δὲ καὶ εἰς τοὺς νόμους καταχωρισθῆι <ἁ> ἀνιέρωσις καὶ ἁ ἀσυλία
τοὺς κατασταθέντας νομογράφους καταχωρίξαι ἐπεί κα αἱ νομογραφίαι γίνωνται,
vacat ἐν τοὺς νόμους.
Search Help