11c.0126.2. Ehrendekret des demos (von Ephesos) für Menokritos
Peristratou aus Magnesia; Verleihung des Bürgerrechts; Zuweisung
an die [phyle "Teios"], [chiliasty]s:"Hegetoreios";
frühhellenistisch(?); gef. in Ephesos; Habicht, ZPE 77, 1989,
88; BE 1990, 274; *JÖAI 59, 1989 (Beibl.), 183/4, Nr. 17.
[ ]
Ion. — Ephesos — Kat.1c — frühhellenistisch? — JÖAI 59,1989,183/4, Nr. 17
| 1 | ἔδοξεν τῶι δήμωι, Μεγάλλης Περιστράτου εἶπεν· ἐπειδὴ Μ̣η̣νόκριτος |
| Ἀρτεμιδώρου Μάγνης εὔνους καὶ πρόθυμος ὢν διατελεῖ περὶ τὸν | |
| δῆμον τὸν Ἐφεσίων καὶ ἰδίαι τῶμ πολιτῶν τοῖς ἐντυγχάνουσι χρή- | |
| σιμος γίνεται καθότι ἂν αὐτὸμ παρακαλῶσι, δεδόχθαι τῶι δήμωι· | |
| 5 | ἐπαινέσαι Μηνόκριτον ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχων διατε- |
| λεῖ πρὸς τὴμ πόλιν καὶ στεφανῶσαι αὐτὸγ χρυσέωι στεφάνωι | |
| καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι τὸν ἀγωνοθέτην, | |
| δεδόσθαι δὲ καὶ πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἴσηι καὶ ὁμοίηι καθά- | |
| περ καὶ τοῖς ἄλλοις εὐεργέταις καὶ (vac.) | |
| 10 | προεδρίαν ἐμ πᾶσι τοῖς ἀγῶσι, οἷς ἡ πόλις ἄγει, εἶναι δ’ αὐτῶι καὶ |
| εἴσπλουγ καὶ ἔκπλουν ἀσυλεὶ καὶ ἀσπονδεὶ καὶ ἐμ πολέμωι καὶ | |
| ἐν εἰρήνηι, καὶ ἔφοδον ἐπὶ τὴν βουλὴγ καὶ τὸν δῆμον μετὰ τὰ ἱερ̣ὰ | |
| καὶ τὰ βασίλεια πρώτωι, ἐπικληρῶσαι δ’αὐτὸν καὶ εἰς φυλὴγ καὶ | |
| χιλιαστὺν τοὺς ἐσσῆνας, ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα τοὺς | |
| 15 | [ν]εωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμ[ιδος. ἔλαχε φυλὴν Τήιος, χιλιασ]- |
| [τὺ]ν Ἡγητόρειος. |