| θεοί. | |
| 1 | ἐπὶ Νικοκράτους ἄρχοντος ἐπὶ τῆς Ἀιγηΐδος |
| πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ- | |
| ληνεὺς ἐγραμμάτυεν· Μεταγειτνιῶνος ἐνά- | |
| τηι ἱσταμένου, ἐνάτηι καὶ τριακοστῆι τῆς v | |
| 5 | πρυτανείας· τῶν προέδρων ἐπεψήφιζεν Νικί- |
| ας Θημακειεύς· ἔδοξεν τῶι δήμωι· Χαιριωνίδ- | |
| ης Λυσανίου Φλυεὺς εἶπεν· περὶ ὧν ὁ δῆμος πρ- | |
| οσέταξεν τῆι βουλῆι προβουλεύσασαν ἐξεν- | |
| ειγκε͂ν περὶ Πυθέου καθότι τιμηθήσεται ὑπ- | |
| 10 | ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι δεδόχθαι τῶι δήμω- |
| ι, ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ- | |
| ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ- | |
| ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ | |
| Ἄμμωνος ἱερῶι κρήνηγ καινὴν ἐξωικοδόμηκ- | |
| 15 | εν καὶ τὴν ἐν Ἀμφιαράου κρήνην κατεσκεύακ- |
| εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ- | |
| ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν | |
| Σωσιδήμου Ἀλωπεκῆθεν, ἐπειδὰν τὰς εὐθύνα- | |
| ς δῶι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνω- | |
| 20 | ι ἀπὸ ∶Χ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ- |
| ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρηνῶν, ὅπ- | |
| ως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ χειροτονούμενοι ἐ- | |
| πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ- | |
| ν δῆμον. ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ | |
| 25 | τῆς βουλῆς εἰς στήλας v λιθίνας δύο τὸν γρα- |
| μματέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι μία- | |
| ν μὲν ἐν τῶι τοῦ Ἄμμωνος ἱερῶι, μίαν δὲ ἐν Ἀνφ- | |
| ιαράου, εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δότ- | |
| ω ὁ ταμίας τοῦ δήμου ∶ΔΔ∶ δραχμὰς ἑκατέρας | |
| 30 | τῆς στήλης ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀνα- |
| λισκομένων τῶι δήμωι. | |
| [ἔδοξεν τῆι βουλῆι· ὀγ]δόηι καὶ τριακοστήι ∶ | |
| [τῆς πρυτανείας· βουλὴ ἐν βουλευτηρ]ίωι· τῶ[ν] | |
| [προέδρων ἐπεψήφιζεν — — — — — — — — — — — —] |
IG II²
338