Honorific decree for Pytheas, son of Sosidemos.  Pedimental stele of Pentelic marble, broken at the bottom. Stoich. 35.
[ ] Boiotia — Oropos (Skala) — Amphiareion — 333/332 BC — IG VII 3499 — IG II² 338 — Syll.³ 281
1  θεοί.
ἐπὶ Νικοκράτους ἄρχοντος, ἐπὶ τῆς Αἰγηίδος
πρώτης πρυτανείας, ἧι Ἀρχέλας Χαιρίου Παλ-
ληνεὺς ἐγραμμάτευεν, Μεταγειτνιῶνος ἐνά-
5 τηι ἱσταμένου, ἐνάτηι καὶ τριακοστῆι τῆς v
πρυτανείας, τῶν προέδρων ἐπεψήφιζεν Νικί-
ας Θημακειεύς· ἔδοξεν τῶι δήμωι· Χαιριωνίδ-
ης Λυσανίου Φλυεὺς εἶπεν· περὶ ὧν ὁ δῆμος πρ-
οσέταξεν τῆι βουλῆι προβουλεύσασαν ἐξεν-
10 ειγκε͂ν περὶ Πυθέου καθότι τιμηθήσεται ὑπ-
ὸ τοῦ δήμου, τύχηι ἀγαθῆι, δεδόχθαι τῶι δήμω-
ι· ἐπειδὴ Πυθέας αἱρεθεὶς ἐπὶ τὰς κρήνας τῶ-
ν τε ἄλλων τῶν ἐν τῆι ἀρχῆι ἐπιμελεῖται καλ-
ῶς καὶ φιλοτίμως καὶ νῦν τήν τε πρὸς τῶι τοῦ
15 Ἄμμωνος ἱερῶι κρήνηγ καινὴν ἐξωικοδόμηκ-
εν καὶ τὴν ἐν Ἀμφιαράου κρήνην κατεσκεύακ-
εν καὶ τῆς τοῦ ὕδατος ἀγωγῆς καὶ τῶν ὑπονόμ-
ων ἐπιμεμέληται αὐτόθι, ἐπαινέσαι Πυθέαν
Σωσιδήμου Ἀλωπεκῆθεν ἐπειδὰν τὰς εὐθύνα-
20 ς δῶι καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνω-
ι ἀπὸ ∶ Χ ∶ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσ-
ύνης τῆς περὶ τὴν ἐπιμέλειαν τῶν κρήνων, ὅπ-
ως ἂν καὶ οἱ ἄλλοι οἱ ἀεὶ χειροτονούμενοι ἐ-
πὶ τὰς κρήνας φιλοτιμῶνται ἕκαστοι εἰς τὸ-
25 ν δῆμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα καὶ τὸ
τῆς βουλῆς εἰς στήλας v λιθίνας δύο τὸν γρα-
μματέα τὸν κατὰ πρυτανείαν καὶ στῆσαι μία-
ν μὲν ἐν τῶι τοῦ Ἄμμωνος ἱερῶι, μίαν δὲ ἐν Ἀνφ-
ιαράου, εἰς δὲ τὴν ἀναγραφὴν τῶν στηλῶν δότ-
30 ω ὁ ταμίας τοῦ δήμου ∶ ΔΔ ∶ δραχμὰς ἑκατέρας
τῆς στήλης ἐκ τῶν εἰς τὰ κατὰ ψηφίσματα ἀνα-
λισκομένων τῶι δήμωι.
                                vacat
33 [ἔδοξεν τῆι βουλῆι, ὀγ]δόηι καὶ τριακοστῆι ∶
[τῆς πρυτανείας· βουλὴ ἐν βουλευτηρ]ίωι· τῶ[ν]
35 [προέδρων ἐπεψήφιζεν — — — — — — — — — —]
[— — — — — — — — — — — — — — — — — — —]
Search Help