Document of religious foundation by Apollonios Sparos; 1?; found at Smyrna: Fontrier, Mous. II 1, 1875-6, 47-48, no. 166; Syll3 996; E. Lane, Corpus mon. I 19-20, no. 28 (PH); *ISmyrna 753 + II 2 pp. 375, 378.  
[ ] ISmyrn 753 + II2 pp. 375, 378
1 Ἀπολλώνιος Μητροδώρου Σπάρος,
ὁ πατὴρ τοῦ γενομένου ἱερέως Ἀπολ-
λωνίου τοῦ Ἀπολλωνίου Σπάρου τοῦ
Ἡλίου Ἀπόλλωνος Κισαυλοδδηνοῦ, ἀ-
5 νέθηκεν τῶι θεῶι καὶ τῆι πόλει τὰ κατασκευ-
ασθέντα ὑπ’ αὐτοῦ, λαβὼν κατὰ ψήφισμα τὴν
ἀναγραφὴν ποιήσασθαι αὐτῶν ἐν στήλῃ, καὶ
ἔστιν· αὐτὸς ὁ θεὸς ἐπὶ βήματος μαρμαρίνου
καὶ ἡ παρακειμένη τῶι θεῶι τράπεζα λίθου Λεσβί-
10 ου ἔχουσα πόδας ἀναγλύπτους γρῦπας καὶ πρὸ αὐ-
τῆς ἀβάκηον μαρμάρινον πρὸς τὴν χρῆσιν τῶν
θυσιαζόντων, καὶ θυμιατήριον τετράγωνον κα-
τεσκευασμένον πέτρας Τηΐας ἔχον περίπυρον
σιδηροῦν, καὶ ἄγαλμα μαρμάρινον Ἀρτέμιδος ἐ-
15 πὶ παραστάδι μυλίνῃ, καὶ Μηνὸς ἄγαλμα ἐπὶ βάσει
μαρμαρίνῃ, καὶ τράπεζα ποικίλη τετράγωνος,
καὶ βωμὸς μαρμάρινος ἔχων ἀετὸν ἐν ἑαυτῷ
Διός, καὶ ναὸς ἐξυλωμένος καὶ κεκεραμωμέ-
νος καὶ τεθυρωμένος καὶ κεκλειδωμένος,
20 ἐν ᾧ καθείδρυνται ἀγάλματα Πλούτωνος Ἡ-
λίου καὶ Κούρης v2 Σελήνης ἐπὶ βήματος
ἐμπεφιεσμένα ἔχοντα καὶ παστῆον ξύλι-
νον ναοειδὲς καὶ παστὸν λινοῦν, καὶ παρ’ ἑκατέ-
ρᾳ τῶν εἰσόδων βωμὸς Φωκαϊκός, καὶ κλεῖν
25 κεχρυσωμένην καὶ ἐμπεφιασμένην πρὸς
τὴν λογήαν καὶ πομπὴν τῶν θεῶν καὶ στεγνὰ
ἐπίπεδα καὶ ἐπ’ αὐτῶν στοὰν κατῳκοδομημέ-
νην καὶ κεκεραμωμένην πρὸς τὴν οἴκησιν τῶν
ἱεροδούλων καὶ τὸν θεὸν θεραπευόντων, καὶ
30 τὴν ἐνδώμησιν τοῦ τεμένους καὶ θεμελί-
ωσιν ἐν τετραγώνῳ διὰ σπαράγματος, ἵνα
ἦν ἐπίπεδον ἐν ὁμαλῷ τὸ τέμενος, καὶ ὅπλα
τῶι θεῶι παρακείμενα τοῦ κόσμου χάριν
σιδηρᾶ ὀκτώ.
Search Help