Document of religious foundation by Apollonios Sparos; 1?;
found at Smyrna: Fontrier, Mous. II 1, 1875-6, 47-48, no. 166;
Syll3 996; E. Lane, Corpus mon. I 19-20, no. 28 (PH); *ISmyrna
753 + II 2 pp. 375, 378.
[ ]
ISmyrn 753 + II2 pp. 375, 378
| 1 | Ἀπολλώνιος Μητροδώρου Σπάρος, |
| ὁ πατὴρ τοῦ γενομένου ἱερέως Ἀπολ- | |
| λωνίου τοῦ Ἀπολλωνίου Σπάρου τοῦ | |
| Ἡλίου Ἀπόλλωνος Κισαυλοδδηνοῦ, ἀ- | |
| 5 | νέθηκεν τῶι θεῶι καὶ τῆι πόλει τὰ κατασκευ- |
| ασθέντα ὑπ’ αὐτοῦ, λαβὼν κατὰ ψήφισμα τὴν | |
| ἀναγραφὴν ποιήσασθαι αὐτῶν ἐν στήλῃ, καὶ | |
| ἔστιν· αὐτὸς ὁ θεὸς ἐπὶ βήματος μαρμαρίνου | |
| καὶ ἡ παρακειμένη τῶι θεῶι τράπεζα λίθου Λεσβί- | |
| 10 | ου ἔχουσα πόδας ἀναγλύπτους γρῦπας καὶ πρὸ αὐ- |
| τῆς ἀβάκηον μαρμάρινον πρὸς τὴν χρῆσιν τῶν | |
| θυσιαζόντων, καὶ θυμιατήριον τετράγωνον κα- | |
| τεσκευασμένον πέτρας Τηΐας ἔχον περίπυρον | |
| σιδηροῦν, καὶ ἄγαλμα μαρμάρινον Ἀρτέμιδος ἐ- | |
| 15 | πὶ παραστάδι μυλίνῃ, καὶ Μηνὸς ἄγαλμα ἐπὶ βάσει |
| μαρμαρίνῃ, καὶ τράπεζα ποικίλη τετράγωνος, | |
| καὶ βωμὸς μαρμάρινος ἔχων ἀετὸν ἐν ἑαυτῷ | |
| Διός, καὶ ναὸς ἐξυλωμένος καὶ κεκεραμωμέ- | |
| νος καὶ τεθυρωμένος καὶ κεκλειδωμένος, | |
| 20 | ἐν ᾧ καθείδρυνται ἀγάλματα Πλούτωνος Ἡ- |
| λίου καὶ Κούρης v2 Σελήνης ἐπὶ βήματος | |
| ἐμπεφιεσμένα ἔχοντα καὶ παστῆον ξύλι- | |
| νον ναοειδὲς καὶ παστὸν λινοῦν, καὶ παρ’ ἑκατέ- | |
| ρᾳ τῶν εἰσόδων βωμὸς Φωκαϊκός, καὶ κλεῖν | |
| 25 | κεχρυσωμένην καὶ ἐμπεφιασμένην πρὸς |
| τὴν λογήαν καὶ πομπὴν τῶν θεῶν καὶ στεγνὰ | |
| ἐπίπεδα καὶ ἐπ’ αὐτῶν στοὰν κατῳκοδομημέ- | |
| νην καὶ κεκεραμωμένην πρὸς τὴν οἴκησιν τῶν | |
| ἱεροδούλων καὶ τὸν θεὸν θεραπευόντων, καὶ | |
| 30 | τὴν ἐνδώμησιν τοῦ τεμένους καὶ θεμελί- |
| ωσιν ἐν τετραγώνῳ διὰ σπαράγματος, ἵνα | |
| ἦν ἐπίπεδον ἐν ὁμαλῷ τὸ τέμενος, καὶ ὅπλα | |
| τῶι θεῶι παρακείμενα τοῦ κόσμου χάριν | |
| σιδηρᾶ ὀκτώ. |