Letter of Septimius Severus and Caracalla to Smyrna
granting privileges to sophist Claudius Rufinus; AD 198/209;
found at Smyrna: CIG 3178; Lafoscade, De epist. 33, no. 72;
Syyll.3 876; Abbott & Johnson 127; IGRR IV 1402; *ISmyrna 602 +
II 2 p. 376.
[ ]
ISmyrn 602 + II2 p. 376
| 1 | οἱ θειότατοι αὐτοκράτορες Σεουῆρος καὶ Ἀντωνεῖνος Καίσαρες Σμυρναίοις· |
| εἰ Κλαύδιος Ῥουφῖνος ὁ πολείτης ὑμῶν ὁ διὰ τὴν προαίρεσιν, | |
| ᾗ σύνεστιν ἐπὶ παιδείᾳ, καὶ τὸν ἐν λόγοις συνεχῆ βίον τὴν | |
| προκειμένην τοῖς σοφισταῖς κατὰ τὰς θείας τῶν προγόνων | |
| 5 | ἡμῶν διατάξεις ἀτέλειαν τῶν λειτουργιῶν καρπούμενος |
| ὑμῶν αὐτὸν ἑκουσίῳ ἀνάγκῃ προκαλουμένων ὑφέστη τὴν | |
| στρατηγίαν κατὰ τὸ πρὸς τὴν πατρίδα φίλτρον, τὴν γοῦν εἰς τὰ | |
| ἄλλα μένειν ἀπραγμοσύνην ἀκείνητον αὐτῷ δικαιότατόν | |
| ἐστιν· οὐ γὰρ ἄξιον τῷ ἀνδρὶ τὴν εἰς ὑμᾶς φιλοτειμίαν γενέ- | |
| 10 | σθαι ζημίαν, καὶ μάλιστα ταύτην ὑμῶν αἰτούντων ὑπὲρ |
| αὐτοῦ τὴν χάριν. vacat εὐτυχεῖτε. | |
| ἐπρέσβευον Αὐρ(ήλιος) Ἀντωνεῖνος καὶ Αἴλιος Σπηρᾶτος. |