| 1 | ὁ δῆμος ὁ Σαμίων |
| Λέοντα Ἀρίστωνος | |
| Ἥρηι. | |
| γηράσκει καὶ λᾶας ὑπὸ χρόνου ἠδὲ μὲν ἁγνός | |
| 5 | χαλκὸς ἀπ’ ἠερίας δρυπτόμενος νιφάδος, |
| καὶ τὸ σιδάρειον κάμνει σθένος· ἁ δ’ ἀπὸ δόξας | |
| ἄθραυστος φάμα πάντα μένει βίοτον. | |
| τᾶς δὲ Λέων ἐκύρησε κατὰ πτόλιν, ὃς περὶ πάτρας | |
| πράξιας εἰς πινυτὰς ἄγαγεν ἱστορίας | |
| 10 | ὑμνήσας Ἥραν αὐτόχθονα καὶ πόσα ναυσίν |
| ῥέξαντες σκύλοις ἱερὸν ἀγλάισαν. |
Samos
479