[ ] MDAI(A) 1972, 210-25, no. 9
See also:
1 [ἐπὶ ․․․․c.12․․․․ Κρον]ιῶνος ἑνδεκάτη[ι ἐν τῆι πρώτηι τῶν ἐκ]-
[κλησιῶν καὶ γενομένων τῶ]ν ἀρχαιρεσιῶν ἐν τῶι̣ [θεάτρωι ἐπιστατοῦν]-
[τος —]υ· v τάδε εἰσήνεγκαν οἱ νεω̣[ποῖαι περὶ τῶν]
[καπηλείων, διορθωσά]μ̣ενοι τὴν διαγραφὴν τῶν καπή̣[λων τῶν ἐν]
5 [τῶι ἱερῶι τῆς Ἥρας κατ]ὰ τὸ ψήφισμα, καὶ ὁ δῆμος ἐκύρωσ[εν· ἀπο]-
[μισθοῦν καπηλεῖα ἐν] τῶι τῆς Ἥρας τέσσαρα, ἐφ’ ὧι οὐκ ἐξου[σία ἔσται]
[μηδενὶ πλείονα ἔχειν κ]απηλείου ἑνός, ἐφ’ οὗ καὶ ἐπ’ οἰκήσει οἱ μ[ισθωσά]-
[μενοι μενῶσιν πάντ]α̣ τὸν ἐνιαυτόν· παρακαπηλ[ε]ύσει δὲ ἀ[ὐτοῖς]
[οὔτε δοῦλος οὔτε σ]τρατιώτης οὔτε ἄπεργος οὔτε ἱκέτης ο[ὔτε ἄλ]-
10 [λος κάπηλος οὐδεὶ]ς τρόπωι οὐδὲ παρευρέσει οὐδεμίαι πλὴ̣[ν τῶν μι]-
[σθωσαμένων· ὁ δὲ] παρακαπηλεύων ἀποτείσει τοῖς μισθω[σαμέ]-
[νοις δραχμῶν — ζη]μ̣ίαν. οἱ δὲ μισθωσάμενοι οὐ παραδώσου[σιν τὰ κα]-
[πηλεῖα οὔτε ἀπέρ]γωι οὔτε ἱκέτηι τρόπωι οὐδὲ παρευρέσε[ι οὐδεμί]-
[αι. ὁ δὲ παραδιδοὺς] τούτων τινί ἀποτείσει τῆι θεῶι δραχμὰ[ς ἱερὰς —·]
15 [ἡ δὲ ζημία εἰσπράσ]σεται ὑπὸ τῶν νεωποιῶν καὶ τοῦ ταμίου [τῶν ἱε]-
[ρῶν· οἱ δὲ μισθωσάμε]νοι οὐχ ὑποδέξονται παρὰ δούλου οὐθὲν [οὐδὲ παρ’]
[ἱκέτου οὐδὲ παρὰ σ]τ̣ρατιώτου οὐδὲ παρὰ ἀπέργου οὐδὲ ἀγορῶσι̣[ν οὐθὲν]
[τῶν σίτων τῶν ἐκ] τῆς χώρας γινομένων οὔτε ἄλλο οὐθὲν τρόπω̣[ι οὐ]-
[δὲ παρευρέσει] οὐδεμίαι, πλὴν ἐάν τινες τῶν γεούχων ἢ τῶ̣[ν ἀπο]-
20 [δειχθέντων σιτ]ωνῶν πωλῶσίν τινα τῶν ἐγκαρπίων· οὐχ ὑπ[οδέξον]-
[ται δὲ ἐν τοῖς κα]πηλείοις τοὺς καθίζοντας οἰκέτας εἰς τὸ ἱερὸν ο̣[ὐδὲ παρ]-
[έξουσιν ἔργα ο]ὔτε σῖτα οὐδ’ ὑποδέξωνται παρ’ αὐτῶν οὐδὲν [τρόπωι]
[οὐδὲ παρευρέσ]ε̣ι οὐδεμίαι· ἐὰν δέ τινες τῶν ἐπεστηκότων [ἀρχειῶν]
[ἕλωσίν τινα ποιοῦντά τι] τ̣ῶν ἀπειρημένων, ὑπόδικος ἔστω ὁ [ποιήσας]
25 [τοῖς νεωποίαις. ἐὰ]ν δὲ ἐπ̣[ι]κ̣αλῆι ὁ ἰδιώτης τῶι καπήλωι ἢ [καὶ τοὐν]-
[αντίον, γραφ]έ̣σθωσαν τὰς δί[κας] ἐπὶ τῶν νεωποιῶν ἕως δ[ραχμῶν ․c.2․]
[ὀβολῶν ․c.2․ οἱ δ]ὲ νεωποῖαι τὰς γρα[φείσας δίκ]ας εἰσαγέ̣[τωσαν εἰς τὸ ἱε]-
[ρὸν δικαστ]ήριον, ἀφ’ ἧς ἂν ἡμέρας γραφῶσιν, ἐν ἡμ̣[έραις εἴκοσι καὶ]
[πάντα τὰ] περὶ τὴν εἰσαγωγὴν ποιείτωσαν κατὰ τὸν [ἱερὸν νομον·]
30 [ἑκατέρους δ]ὲ μισθὸν τῶι δικαστηρίωι φέρειν ἐκκ τοῦ νό̣[μου γρα]-
[φομένους] τ̣ὴν δίκην, γίνεσθαι δὲ ἐκ τοῦ ἡσσηθέντος· ἐὰν δέ τ̣[ινας ἀ]-
[δίκως οἱ] νεωποῖαι ζημιώσωσιν περί τινος τῶν ἐν τῶι ἱερῶι ἀν̣[όμων]
[καὶ οἱ ζη]μιωθέντες ἀντείπωσιν, εἰσάγεσθαι τὰς γραφείσας [δίκας]
[ὑπὸ τ]ῶν ἐξεταστῶν εἰς τὸ πολιτικὸν δικαστήριον κατὰ ταὐ[τά· τὸν]
35 [φόρον] καταβαλοῦσιν οἱ μισθωσάμενοι τῶι ταμίαι τῶν ἱερῶν κατ’ [ἔτος ἀν]-
[τιδ]ι̣κοῦντες οὐθὲν οὐδ’ ὑπόλογον φέροντες οἱ μισθωσάμενοι ἐ[φ’ ὧι κα]-
[ταθ]ήσουσιν τῶι ταμίαι τῶν ἱερῶν ἀτελεῖς ἔσονται ὧν ἂν ὠνῶν [πωλῶ]-
[σιν] ἐ̣ν τῶι ἱερῶι· μὴ ἐξουσία δὲ ἔστω τῶν ἱερῶν παίδων καπηλεύειν̣.
Search Help