| 1 | [ἔδοξε τῆι βουλῆι καὶ τῶι] δ̣ήμωι, Τιμωρὸς Ἐπικούρ̣- |
| [ου εἶπεν· ἐπειδὴ ․c.5․]λτος Στρεψίππου vacat | |
| [․․․․c.13․․․․․ εὔνους] <ὢ>ν καὶ πρόθυμος vacat | |
| [διατελεῖ περὶ τ]ὸν δῆμον τὸν Σαμίων | |
| 5 | [καὶ ἰδίαι τοῖς ἐντυγ]χάνουσι τῶμ πολιτ- |
| [ῶν χρήσιμος ἀεὶ γεγέ]νηται καὶ πρὸς τὰ vacat | |
| [συμφέροντα τῶι δ]ήμωι πολλὴν εὔνοι- | |
| [αν καὶ προθυμίαν π]α̣ρέσχηται, δεδόχθαι | |
| [τῆι βουλῆι καὶ τῶι δή]μωι· ἐπαινέσαι τε | |
| 10 | [․c.5․λτον εὐνοί]ας ἕνεκε καὶ προθυ- |
| [μίας ἣν ἔχων διατε]λεῖ περὶ τὸν δῆμον | |
| [τὸν Σαμίων καὶ δεδόσ]θαι αὐτῶι πολιτείαν | |
| [αὐτῶι καὶ ἐκγόνοις] ἐφ’ ἴσηι κ[αὶ] ὁμ̣[ο]ίαι | |
| [—] |
Samos
70