[ ] MDAI(A) 1919, 21-23, no. 9
See also:
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνεων
γνώμη, ὑπὲρ ὧν ἡ βουλὴ προεβούλευσεν, ὅπως οἱ
παραγενόμενοι δικασταὶ ἐπὶ τὰ μετέωρα συμβόλαια
ἔκ τε Μιλήτου καὶ Μύνδου καὶ Ἁλικαρνασσοῦ τιμηθῶσιν·
5 ἐπειδὴ διαφερομένων τῶμ πολιτῶν τὰ πρὸς ἀλλήλους
ὑπὲρ τῶν μετεώρων συμβολαίων βουλόμενος ἐν
ὁμονοίαι τὴμ πόλιν εἶναι Φιλοκλῆς βασιλεὺς Σιδονίων
ἔγραψεν ὅπως ὁ δῆμος ὁ Μυνδίων ἀποστείληι δικασ-
τήριον τὸ διαλῦσον τὰ μετέωρα συμβόλαια, Μύνδιοι δὲ
10 πᾶσαν εὔνοιαν καὶ προθυμίαν παρεχόμενοι εἰς τὸ
διαλυθῆναι τοὺς πολίτας ἀπέδειξαν ἄνδρας καλοὺς
κἀγαθοὺς καὶ ἀπέστειλαν εἰς τὴν πόλιν Θεοκλῆν
Θεογένους Ἡρόφαντον Ἀρτεμιδώρου, οὗτοι δὲ τὰς
εἰσαχθείσας εἰς αὐτοὺς δίκας καλῶς καὶ δικαίως
15 τὰς μὲν ἐδίκασαν, τὰς δὲ διέλυσαν προαιρούμενοι
τοὺς διαφερομένους τῶμ πολιτῶν διαλυθέντας
ἐν ὁμονοίαι πολιτεύεσθαι ἀπαλλαγέντας τῶν πρὸς
ἀλλήλους ἐγκλημάτων, δεδόχθαι τῆι βουλῆι καὶ τῶι
δήμωι· ἐπηινῆσθαι μὲν τὸν δῆμον τὸμ Μυνδίων
20 ἐπὶ τῆι τῶν ἀνδρῶν ἀποστολῆι, ἐπηινῆσθαι δὲ καὶ
τοὺς ἄνδρας τοὺς παραγενομένους Θεοκλῆν Θεογέ[νους]
Ἡρόφαντον Ἀρτεμιδώρου ὅτι καλῶς καὶ συμφερόντως
τὰς μὲν διέλυσαν τῶν δικῶν, τὰς δὲ ἐδίκασαν, καὶ στε-
φανῶσαι αὐτοὺς χρυσῶι στεφάνωι καὶ ἀναγγεῖλαι
25 τὸν στέφανον Διονυσίων τραγωιδοῖς, εἶναι δὲ αὐτοὺς
καὶ προξένους τῆς πόλεως καὶ εὐεργέτας, δεδόσθαι δὲ
αὐτοῖς καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ ἐπικληρῶσαι
αὐτοὺς ἐπί τε φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν
καὶ γένος καθότι καὶ τοὺς ἄλλους Σαμίους, ὑπά̣ρ̣χ̣[ειν]
30 δὲ αὐτοῖς καὶ προεδρίαν ἐν τοῖς ἀγῶσιν οἷς ἂν
ἡ πόλις ποιῆι, δεδόσθαι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπὶ τὴν
βουλὴν καὶ τὸν δῆμον πρώτοις μετὰ τὰ ἱερὰ καὶ τὰ
βασιλικά, εἶναι δὲ αὐτοῖς καὶ εἴσπλουν καὶ ἔκπλουν [ἐμ]
πολέμωι καὶ ἐν εἰρήνηι ἀσυλεὶ καὶ ἀσπονδεί, ἐπι-
35 μελεῖσθαι δὲ αὐτῶν καὶ τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμένας,
ἄν του δέωνται· ὅπως δὲ τὰ ἐψηφισμένα εἰδῆι
ὁ δῆμος ὁ Μυνδίων, ἑλέσθαι πρεσβευτὴν ὅστις
ἀφικόμενος εἰς τὴν Μύνδον ἀποδώσει τῆι βουλῆι [καὶ]
τῶι δήμωι τὸ ψήφισμα. ἀναγράψαι δὲ καὶ εἰς στήλην
40 λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δὲ
ἀναγραφῆς ἐπιμεληθῆναι τὸν γραμματέα τῆς
βουλῆς, τὸν δὲ ταμίαν εἰς τὸ ἀνάλωμα τῆς στή-
λης καὶ τῆς ἀναγραφῆς ὑπηρετεῖν. ἐφόδιον δὲ
ὑπάρχειν τῶι πρεσβευτῆι, ὃ ἂν ὁ δῆμος τάξηι.
45 πρεσβευτὴς ηἱρέθη Αἰσχύλος Ἀμπελίδου.
Search Help
Contact Us