| 1 | [ἐ]πὶ δημιοργῶν Χαριδήμου καὶ Ὀρ- |
| χαμενίου, μηνὸς Πελυσιῶνος | |
| τετράδι, ἔδοξε τῆι βουλῆι καὶ τῶι | |
| δήμωι, γνώμη πρυτάνεων· ἐπειδὴ | |
| 5 | Διοκλῆς Ἀναξαγόρου Γελῶιος ἔν |
| τε τῆι φυγῆι εὔνους καὶ πρόθυμος ὢν | |
| διετέλει τῶι δήμωι καὶ χρήσιμος | |
| ὢν ἰδίαι τοῖς ἐντυγχάνουσι τῶν π[ο]- | |
| λιτῶν καὶ κοινῆι πᾶσι κατεληλυθό- | |
| 10 | των ἡμῶν εἰς τὴν πόλιν τὴν αὐτ<ὴ>ν |
| εὔνοιαν διαφυλάσσων, δεδόχθαι τῆι | |
| βουλῆι καὶ τῶι δήμωι ἐπαινέσαι Διοκλῆ- | |
| ν προθυμίας ἕνεκεν καὶ εὐνοίας, ἣν [ἔ]- | |
| χει περὶ Σαμίους, καὶ ἀναγράψαι αὐτὸν | |
| 15 | πρόξενον τοῦ δήμου, δεδόσθαι δὲ αὐ- |
| τῶι καὶ πολιτείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι καὶ αὐ- | |
| τῶι καὶ ἐγγόνοις καὶ ἐπικληρῶσαι αὐτὸ[ν] | |
| ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ ἑκατοστὺν | |
| καὶ γένος καὶ ἀναγράψαι αὐτὸν καθότι | |
| 20 | καὶ τοὺς ἂλλους Σαμίους, τὸ δὲ ψήφισ- |
| μα τόδε ἀναγράψαι εἰς στήλην λιθίνην | |
| καὶ στῆσαι εἰς τὸ ἱερὸν τῆς Ἥρας, τῆς δ[ὲ] | |
| ἐπικληρώσεως καὶ τῆς ἀναγραφῆς ἐπ[ι]- | |
| μεληθῆναι τοὺς πρυτάνεις καὶ τὸν | |
| 25 | γραμματέα τῆς βουλῆς, τὸν δὲ ταμί[αν] |
| εἰς τὸ ἀνάλωμα ὑπηρετῆσαι. |
Samos
26