1 | [ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, γνώμη πρυτάνεων·] |
1a | [ὑπὲρ ὧν — προ]- |
2 | εγράψαντο Λ̣․4․․[ὅπως Διόδωρος Διοσκουρίδου] |
ἰατρὸς δεδημοσιευκὼς ἐ̣[φ’ ἔτη πλείονα παρ’ ἡμῖν?] | |
καὶ παρεισχημένος τὰς χ[ρε]ίας κατὰ τὴν τέχνη̣[ν] | |
5 | ἀνεγκλήτως, καὶ ἐν τῆι ἀποκ[α]τ̣αστάσει τῆς πόλεως̣ |
καὶ ἐν ταῖς τῶν ἄκρων πολιορ[κί]αις πολλῶν τραυμα- | |
τιῶν γινομένων παρεισχημέ[νο]ς τὰς χρείας ἐπαινεθῆ[ι] | |
καὶ τιμηθῆι, καθότι ἂν τῆι βουλῆ[ι κ]αὶ τῶι δήμωι δόξηι vacat | |
καὶ ἡ βουλὴ προεβούλευσεν ἐπ̣[ει]σάγει̣ν περὶ τούτων | |
10 | ἐν ταῖς ἀρχαιρεσίαις· ἐπειδὴ [Δι]όδωρος Διοσκουρίδου |
εἰληφὼς παρ’ ἡμῖν τὸ δημό[σ]ιον [ἔρ]γον τῶν ἰατρῶν τὸ vacat | |
πρῶτον ἐφ’ ἔτη πλείονα ἔν τε [τοῖ]ς ἔμπροσθεν χρόνοις | |
πολλοὺς τῶν πολιτῶν καὶ τῶ[ν ἄ]λλων τῶν ἐν τῆι πόλε[ι] | |
εἰς ἐπικινδύνους ἐμπεσόντ[ας δ]ιαθέσεις τῆι αὑτοῦ | |
15 | ἐμπ̣ειρίαι τε κ̣αὶ ἐπιμελείαι θερα[πε]ύσας ἀποκατέστησε |
καὶ παραίτιος ἐγένετο τῆς σω[τ]ηρίας αὐτῶν, καθότι καὶ | |
πλειονάκις ἐπὶ τῶν ἐργολαβιῶ[ν] ὑπὸ πολλῶν ἐν τῶι δή- | |
μωι μεμαρτύρηται, ἔν τε τοῖς [γε]νομένοις σεισμοῖς πα- | |
ρ’ ἡμῖν πολλ[ῶ]ν περ[ι]πεσόντω[ν δ]υ̣σχέρεσιν καὶ παντο- | |
20 | [δ]απαῖς πληγαῖς διὰ τὸ παράδ[οξ]ον τοῦ συμπτώματος |
[πρ]οσδεομένης ὀξείας τῆς [θερ]απείας ὁμο̣ί̣ως̣ π̣ᾶσιν | |
[τ]ὴν αὑτοῦ χρείαν μερίζων ἐ[βοή]θησεν, τῶν δ̣ὲ̣ [μ]ε[τα]πέμ̣- | |
[π]των δικαστῶν παραγενομέ[νω]ν πρὸς ἡμᾶς καί τ[ιν]ω̣ν | |
ἐμπεσόντων εἰς ἀρρωστίαν [συ]ντάξαντο̣ς τοῦ δήμου̣ | |
25 | τὴν θεραπείαν αὐτῶν ποεῖσθ̣[αι] καὶ ἐν τούτοις ἴσον καὶ ἀ- |
μεμψιμοίρητον αὑτὸν παρέσ[χε]το, ἔν τε τῆι ἀποκαταστά- | |
σει τῆς πόλεως εἰς τὰ τοῦ βα[σιλέ]ως Πτολεμαίου πράγμα- | |
τα γινομένων τραυματιῶ[ν π]ολλῶν ἐν ταῖς τῶν ἄκρων | |
πολιορκίαις καὶ ταῖς καθ’ ἡμέρ[αν] συμπλοκ̣αῖς οὐδεμίαν | |
30 | κακοπαθίαν οὐδὲ δαπάνην [περὶ π]λείονο̣ς̣ ποιούμενος |
τῆς κοινῆς σωτηρίας καὶ τῶν [ἀεὶ ἐνδ]εομένων τῆς [βοη]- | |
[θεία]ς̣ ἐκ τῶν ἰδίων τὴν εἰς ταῦ̣[τα ․․․․c.12․․․․] | |
[․․․c.11․․․․] τὸ καθ’ αὑτὸν Τ[․․․․․․c.17․․․․․․․] | |
[․․․․․․․c.18․․․․․․․]Ι̣Ο̣Γ̣[․․․․․․․c.18․․․․․․․] |
Samos
25