| 1 | [—]Λ[—]Ο․[—]․[—]Η[—] |
| [․․c.8․․․ σ]τρατηγὸς ἐπὶ Καρίας κατέστη, κ[αὶ] | |
| [πολλὰ]ς χρείας παρέχεται καὶ κοινῆι τῆι πόλ[ει] | |
| [καὶ] ἰδίαι τοῖς ἐντυγχάνουσι Σαμίων, ἄξια πράσ̣- | |
| 5 | σων τῆς τοῦ βασιλέως προαιρέσεως, δεδόχθα[ι] |
| τῶι δήμωι· ἐπηινῆσθαι μὲν Ἀριστόλαον Ἀμεινί- | |
| ου Μακεδόνα ἀρετῆς ἕνεκεν καὶ εὐνοίας ἣ̣ν ἐν- | |
| δείκνυται εἰς τὰ συμφέροντα τῆς πόλεως καὶ | |
| εἶναι αὐτῶι τῆς αὐτῆς ἐπιμελείας τυγχάνειν | |
| 10 | παρὰ τοῦ δήμου ἄν του δέηται, δεδόσθαι δὲ πολ[ι]- |
| τείαν ἐφ’ ἴσηι καὶ ὁμοίαι αὐτῶι τε καὶ ἐκγόνοις καὶ | |
| ἐπικληρῶσαι αὐτὸν ἐπὶ φυλὴν καὶ χιλιαστὺν καὶ | |
| ἑκα<τ>οστὺν καὶ γένος καὶ ἀναγράψαι καθότι καὶ | |
| τοὺς ἄλλους Σαμίους· εἶναι δὲ αὐτὸν καὶ πρόξε- | |
| 15 | νον τοῦ δήμου τοῦ Σαμίων, ὑπάρχειν δὲ αὐτῶι |
| καὶ ἱερῶν παράστασιν πάντων ὧν ἂν ἡ πόλις συν- | |
| τελῆι· δεδόσθαι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶ- | |
| σι πᾶσιν οὓς ἂν ἡ πόλις τιθῆι· εἶναι δὲ αὐτῶι καὶ ἔφο- | |
| δον ἐπὶ τὴμ βουλὴν καὶ τὸν δῆμον ἐάν του δέητα[ι] | |
| 20 | καὶ ἐπιμελεῖσθαι τὰς ἀρχὰς τὰς ἀεὶ καθισταμέ- |
| νας· ὅπως δὲ καὶ πάντες εἰδῶσιν ὅτι τῶι δήμωι τῶ[ι] | |
| Σαμίων πάτριόν ἐστιν τοῖς ἐπὶ τῶν καιρῶν αὑτῶι | |
| χρησίμοις οὖσιν ἀξίας χάριτας ἀποδιδόναι τῆς | |
| εἰς αὑτὸν φιλοτιμίας, ἀναγράψαι τόδε τὸ ψήφισμα | |
| 25 | εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τῆς |
| Ἥρας· τῆς δὲ ἀναγραφῆς καὶ τῆς στάσεως ἐπιμε- | |
| ληθῆναι τὸγ γραμματέα τῆς βουλῆς μετὰ τῶν νε- | |
| ωποιῶν, τὸν δὲ ταμίαν τῶν ὁσίων εἰς τὸ ἀνάλωμα | |
| ὑπηρετῆσαι· ἑλέσθαι δὲ τὸν δῆμον καὶ ὅστις ἀποί- | |
| 30 | σει τὸ ψήφισμα Ἀριστολάωι· ηἱρέθη Ἀμφίλοχος vacat |
| Λόκρου, παρῆν Ἀδείμαντος, Κύλλαρος, Ἀρτεμίδω- | |
| ρος, Καλλιππίδης vacat |
Samos
17