| 1 | <⁶⁵[Δή]μου>⁶⁵ <⁶⁵Τίμωνος>⁶⁵ <⁶⁵Δούριδος>⁶⁵ <⁶⁵Ἀσκλη[πιάδου]>⁶⁵ |
| ἐπὶ Ἀρχαγάθου, Πελυσιῶνος ιζʹ | |
| πρυτάνεων γνώμη· ἐπειδὴ ὁ δῆμος ὁ Σαμίων φίλος καὶ εὔνους [καὶ] | |
| οἰκεῖος ὑπάρχων τῆς πόλεως ἔν τε τοῖς ἄλλοις φιλανθρώπω[ς] | |
| 5 | χρώμενος διατελεῖ, παρακληθείς τε ὑπὸ τοῦ δήμου δικαστ[ὰς] |
| ἀποστεῖλαι βουλόμενος <τῇ πόλει> χαρίζεσθαι ἀπέστειλεν ἄνδρας κα- | |
| λοὺς καὶ ἀγαθοὺς Τίμωνα Ἀρχελάου καὶ Δοῦριν Καλλιμάχου | |
| καὶ Ἀσκληπιάδην Ἐρταίου, οἴτινες τῶν δικῶν τὰς [μὲν] συνέλ[υ]- | |
| σαν προσηκόντως τὰς δὲ ἐδίκασαν δικαίως κατὰ [το]ὺς νό- | |
| 10 | μους, ὅπως οὖν ὁ δῆμος φανερὸς ᾖ τοὺς ἀγαθοὺς ἄνδρας |
| τιμῶν ἀξίως, δεδόχθαι τῆι βουλῇ καὶ τῷ δήμῳ ἐπ[ῃ]νῆσθαι | |
| μὲν τὸν δῆμον τὸν Σαμίων καὶ στεφανῶσαι αὐτὸν χρυσῷ | |
| [στε]φάνῳ ἀρετ[ῆς ἕνε]κεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον | |
| [τὸν — ἐπῃν]ῆσθαι δὲ καὶ τοὺς δικαστὰς Τίμων[α] | |
| 15 | [καὶ Δοῦριν καὶ Ἀσκληπιά]δην καὶ στεφανῶσαι ἕκαστον αὐτῶ[ν] |
| [θαλλοῦ στεφάνῳ ἀρετῆ]ς ἕνεκεν καὶ δικαιοσύνης τῆς [εἰς] | |
| [τὸν δήμον· τῆς δὲ ἀναγγελίας τὸν λαχ?]όντα ἀγωνοθέτ[ην] | |
| [ἐπιμεληθῆναι, ὅπως ἀναγορευθῆ ἐν τῷ ἀγῶνι] τ̣ῷ̣ τιθεμ[ένῳ τῇ] | |
| [Ἀρτέμιδι τῇ Κινδυάδι —] |
Samos
13