[ ] Curtius, Inschr. 34-36, no. 13
See also:
1 <⁶⁵[Δή]μου>⁶⁵ <⁶⁵Τίμωνος>⁶⁵ <⁶⁵Δούριδος>⁶⁵ <⁶⁵Ἀσκλη[πιάδου]>⁶⁵
ἐπὶ Ἀρχαγάθου, Πελυσιῶνος ιζʹ
πρυτάνεων γνώμη· ἐπειδὴ ὁ δῆμος ὁ Σαμίων φίλος καὶ εὔνους [καὶ]
οἰκεῖος ὑπάρχων τῆς πόλεως ἔν τε τοῖς ἄλλοις φιλανθρώπω[ς]
5 χρώμενος διατελεῖ, παρακληθείς τε ὑπὸ τοῦ δήμου δικαστ[ὰς]
ἀποστεῖλαι βουλόμενος <τῇ πόλει> χαρίζεσθαι ἀπέστειλεν ἄνδρας κα-
λοὺς καὶ ἀγαθοὺς Τίμωνα Ἀρχελάου καὶ Δοῦριν Καλλιμάχου
καὶ Ἀσκληπιάδην Ἐρταίου, οἴτινες τῶν δικῶν τὰς [μὲν] συνέλ[υ]-
σαν προσηκόντως τὰς δὲ ἐδίκασαν δικαίως κατὰ [το]ὺς νό-
10 μους, ὅπως οὖν ὁ δῆμος φανερὸς ᾖ τοὺς ἀγαθοὺς ἄνδρας
τιμῶν ἀξίως, δεδόχθαι τῆι βουλῇ καὶ τῷ δήμῳ ἐπ[ῃ]νῆσθαι
μὲν τὸν δῆμον τὸν Σαμίων καὶ στεφανῶσαι αὐτὸν χρυσῷ
[στε]φάνῳ ἀρετ[ῆς ἕνε]κεν καὶ εὐνοίας τῆς εἰς τὸν δῆμον
[τὸν — ἐπῃν]ῆσθαι δὲ καὶ τοὺς δικαστὰς Τίμων[α]
15 [καὶ Δοῦριν καὶ Ἀσκληπιά]δην καὶ στεφανῶσαι ἕκαστον αὐτῶ[ν]
[θαλλοῦ στεφάνῳ ἀρετῆ]ς ἕνεκεν καὶ δικαιοσύνης τῆς [εἰς]
[τὸν δήμον· τῆς δὲ ἀναγγελίας τὸν λαχ?]όντα ἀγωνοθέτ[ην]
[ἐπιμεληθῆναι, ὅπως ἀναγορευθῆ ἐν τῷ ἀγῶνι] τ̣ῷ̣ τιθεμ[ένῳ τῇ]
[Ἀρτέμιδι τῇ Κινδυάδι —]
Search Help
Contact Us