Letter of Paulus Fabius Maximus, proconsul of Asia,
concerning moving beginning of year to Augustus’s birthday; c. 9
BC (?); found at Priene, other copies found at Apameia and
Maionia: Mommsen & Wilamowitz, MDAI(A) 24, 1899, 275-293; OGIS
458I; IPriene 105, ll. 1-30; Keil & Premerstein, Denkschr. Akad.
Wien 54, 1911, 2, pp. 80-2, no. 166; Deissmann, Licht vom Osten44
313-7 (PH); SEG 15, 815; Laffi, SCO 16, 1967, 20-1, no. 4; *Sherk
65A.
| 1 | [—] |
| [․c.2․ παρ]ὰ τῶν πρότ[ερ]ον παρειλ[ήφαμεν —] | |
| [․c.5․] τῶν θεῶν [ε]ὐμενὲς κα[ὶ —] | |
| [πότ]ε̣ρ̣ον ἡδείων ἢ ὠφελ[ιμω]τ[έρα ἐ]στὶν ἡ τοῦ θειοτάτου Καίσαρος γενέ- | |
| 5 | θλιος ἡμέρα, ἣν τῆι τῶν πάντων ἀρχῆι ἴσηι δικαίως ἂν εἶναι ὑπ[ολά]βοιμεν, |
| καὶ εἰ μὴ τῆι φύσι, τῶι γε χρησίμωι, εἴ γε οὐδὲ[ν ο]ὐχὶ διαπεῖπτον καὶ εἰς ἀτυ- | |
| χὲς μεταβεβηκὸς σχῆμα ἀνώρθωσεν, ἑτέραν τε ἔδωκεν πάντι τῶι | |
| κόσμωι ὄψιν, ἥδιστα ἂν δεξαμένωι φθοράν, εἰ μὴ τὸ κοινὸν πάντων εὐ- | |
| τύχημα ἐπεγεννήθηι Καῖσαρ. διὸ ἄν τις δικαίως ὑπολάβοι τοῦτο ἁτῶι | |
| 10 | ἀρχὴν τοῦ βίου καὶ τῆς ζωῆς γεγονέναι, ὅ ἐστιν πέρας καὶ ὅρος τοῦ με- |
| ταμέλεσθαι, ὅτι γεγέννηται· καὶ ἐπεὶ οὐδεμιᾶς ἂν ἀπὸ ἡμέρας εἴς | |
| τε τὸ κοινὸν καὶ εἰς τὸ ἴδιον ἕκαστος ὄφελος εὐτυχεστέρας λάβοι | |
| ἀφορμὰς ἢ τῆς πᾶσιν γενομένης εὐτυχοῦς, σχεδόν τε συμβαίνει | |
| τὸν αὐτὸν ταῖς ἐν Ἀσίαι πόλεσιν καιρὸν εἶναι τῆς εἰς τὴν ἀρχὴν εἰσόδου, | |
| 15 | δηλονότι κατά τινα θήαν βούλησιν οὕτως τῆς τάξεως προτετυπωμέ- |
| νης, ἵνα ἀφορμὴ γένοιτο τῆς εἰς τὸν Σεβαστὸν τιμῆς, καὶ ἐπε[ὶ δύσκο]- | |
| [λο]ν μέν ἐστιν τοῖς τοσούτοις αὐτοῦ εὐεργετήμασιν κατ’ ἴσον εὐχαρισ- | |
| τεῖν, εἰ μὴ παρ’ ἕκαστα ἐπινοήσαιμεν τρόπον τινὰ τῆς ἀμείψε[ως,] | |
| [ἥδειον] δ’ ἂν ἄνθρωποι τὴν κοινὴν πᾶσιν ἡμέραν γενέθλιον ἀγά[γοιεν] | |
| 20 | [ἐ]ὰν προσγένηται αὐτοῖς καὶ ἰδία τις διὰ τὴν ἀρχὴν ἡδονή, δοκεῖ μοι |
| πασῶν τῶν πολειτηῶν εἶναι μίαν καὶ τὴν αὐτὴν νέαν νουμηνίαν | |
| τὴν τοῦ θηοτάτου Καίσαρος γενέθλιον, ἐκείνην τε πάντας εἰς τὴν | |
| ἀρχὴν ἐνβαίνειν, ἥτις ἐστὶν πρὸ ἐννέα καλανδῶν Ὀκτωβρίων, ὅπως | |
| καὶ περισσότερον τειμηθῆ προσλαβομένη ἔξωθέν τινα θρησκήαν καὶ | |
| 25 | μᾶλλον πᾶσιν γένηται γνώριμος· ἣν οἴομαι καὶ πλείστην εὐχρηστίαν |
| τῆι ἐπαρχήᾳ παρέξεσθαι. ψήφισμα δὲ ὑπὸ τοῦ κοινοῦ τῆς Ἀσίας δεή- | |
| σει γραφῆναι πάσας ἐνπεριειληφὸς τὰς ἀρετὰς αὐτοῦ, ἵνα τὸ ἐπινοη- | |
| θὲν ὑφ’ ἡμῶν εἰς τὴν τειμῆν τοῦ Σεβαστοῦ μείνῃ αἰώνιον. προστάξω | |
| δὲ χαραχθὲν <ἐν> τῇ στήλῃ τὸ ψήφισμα ἐν τῷ ναῷ ἀνατεθῆναι, προστά- | |
| 30 | ξας τὸ διάταγμα ἑκατέρως γραφέν. |