Honorary decree of phrouroi in Teloneia for phrourarchos Helikon Leomedontos; III2 (?); found at Priene: *IPriene 19 and p. 308; **Wilhelm, WS 29, 1907, 5 (l. 29).  
[ ] IPri 19 + p. 308
1 οἱ φρουροὶ οἱ ἐν Τηλωνήα̣[ι]
Ἑλικῶντα
Λεωμέδοντος.
[Ἀ]πολλώνιος Ἀπολλοδώρου εἶπεν· ἐπειδὴ vacat
5 [Ἑλ]ικῶν Λεωμέδοντος ἀποδειχθεὶς ὑπὸ τοῦ vacat
[δή]μου φρούραρχος εἰς Τηλώνηαν καὶ φρουραρχή-
[σα]ς ἐπὶ στεφανηφόρου Πρωτάρχου τὴν πρώτην
[τ]ετράμηνον τῆς τε φυλακῆς πᾶσαν ἐπιμέλει-
[α]ν καὶ σπουδὴν ἐποιήσατο, ὅπως ἂν εὐτακτῆ-
10 ται, ἐφοδεύων αὐτὸς καὶ πάλιν τοῦ υἱοῦ δια<⁶¹>⁶¹[⁵¹λα]⁵¹-
λαβ̣όντος ἕνεκεν τῆς ἀσφαλείας τοῦ φρουρί-
[ου,] καὶ τῶμ φρουρῶν προενόησεν ἔν τε τοῖς ἄλ-
[λ]οις καὶ ὅπως ἂν τὸ ἴσον ἔχωσιν καὶ εὔ συν-
[α]λλακτῆται τὰ κατὰ τὴν ἄκραν πάντ[α,]
15 καὶ ἐφέστη τὸγ χρόνον πάντα καθαρῶ[ς]
[καὶ δι]κ̣α̣ί̣ω̣ς [․c.4․]․․[․c.3․]․․․[․c.2․] ․Σ̣ΜΓ̣[․c.5․]
[․c.5․]ος παρακαλ̣[ῶ]ν̣ αὐτοὺς [τηρε]ῖν [τὴν]
[ἄκρ]αν ἐπιμελῶς, λογιζομένους ὡς οὐθὲ[ν]
[με]ῖζόν ἐστιν ἀνθρώποις Ἓλλησιν τῆς ἐ-
20 [λε]υθερίας· πρότ[ε]ρόν τε ἀποδειχθεὶς ὑπὸ
[το]ῦ δήμου φρού[ρα]ρχος δὶς καὶ ἄρξας ἀξί-
[ως] ἑαυτοῦ τε κα[ὶ] τῶν ἀποδειξάντων
[ἐσ]τεφανώθη ὑπὸ̣ τῶμ φρουρῶν ἐπαιν[ε]-
[θε]ὶς χρυσέοις στεφάνοις. ὁ δὲ τοὺς μὲ[ν]
25 [φρο]υ̣ροὺς ἐνεκωμίασεν, ὅτι τοῖς ἀξίοις
[τῶν] ἀνδρῶν τὰς προσηκούσας τιμὰς ἀπο-
[νέ]μουσιν, τὸ μέντοι διάφορον τῶν στεφ[ά]-
[ν]ω̣ν οὐκ ἔλαβε[ν,] λόγοις ΟΜ̣Ο̣Ι̣Ι̣Α̣Τ̣Ο̣ΡΑΝ λαβόμενο[ς]
[ἀν]τ̣ὶ παντὸς διαφόρου, καὶ ἐν τοῖς ἄλλοις
30 [ἀ]νέγκλητος ὢν δια̣τετέλεκεν πρὸς πάν-
[τας·] ἵ̣να οὖν οἱ φρουροὶ φαίνωνται τῶγ καλῶ[ν]
[καὶ] ἀ̣γαθῶν ἀ̣νδρῶν καὶ μνήμης ἀξίων
[πρ]ό̣νοιαν ποιούμενοι, δεδόχθαι τοῖς φρου-
[ρο]ῖς· ἐπῃνῆσθαι Ἑλικῶντα Λεωμέδοντο[ς]
35 [ἀρ]ε̣τῆς ἕνεκεν καὶ εὐνοίας τῆς εἰς αὐ-
[τού]ς τε καὶ τοὺς ἄλλους πολίτας, καὶ
[στ]εφανῶσαι αὐτὸν χρυσέωι στεφά-
[νω]ι ἀπὸ χρυσῶν δέκα· ἵνα δὲ καὶ τὰ ἐ-
[ψη]φισμένα ὑπάρχη̣ι διὰ παντὸς ἔν τ[ε]
40 [τ]ῆ̣ι πόλει καὶ τῆι ἄκραι, ἑλέσθαι πρεσ-
[β]ευτὰς ἄνδρας δύο, οἵτινες παραγενό-
μ̣ενοι ἐπί τε τὴν βουλὴν καὶ τὸν δῆμο[ν]
[ἐν] τῶι ἐννόμωι χρόνωι ἀξιώσουσιν, ἵνα τε ἡ
ἀ̣ναγραφὴ τοῦδε τοῦ ψηφίσματος γένηται ὑ[π’]
45 αὐτῶν ἐν τῆι παραστά[δι] τῆς στοᾶς τῆς ἐν
τῶι Ἀσκληπιήωι τῆι ἐνδέξια εἰσπορευομέ-
[ν]ων, καὶ ἵνα δοθῆι αὐτοῖς τόπος ἐν τῶι ἱε-
ρῶι τοῦ Τήλωνος ὁ παρὰ τὴν στήλην τὴν
Ἀριστίππου τοῦ Φιλίου, ἐν ὧι ἀναθήσουσιν
50 στήλην λιθίνην, ἀναγράψαντες ἐν αὐτῆ[ι]
[τ]ὸ ψήφισμα τόδε· καὶ ὅπως ἂν ὁ στέφανος
[ἀ]ν̣αγορευθῆ̣ι ὧι τετίμη̣τα̣ι Ἑλικ̣ῶ̣ν καὶ δι
[ἃς] αἰτίας ὑπὸ τῶμ φρουρῶν ἐ̣ν τοῖς πρώτοις
[Δ]ιονυσίοις αὐλητῶν τῶ[ι] ἀ̣γῶνι τῶι πα̣ιδικῶ[ι·]
55 τ̣ῆ̣ς δὲ ἀναγγελίας ἐπιμ[έ]λ[ε]ια[ν] ποιήσασ-
[θ]α̣ι̣ τόν τε ἀγωνοθέτη̣ν[․]ΟΝ̣Ν̣Γ̣[․․]Τ̣ΕΚΑΙ
[․c.5․]ΙΛ[․]Ω̣[․․․․․․․․c.20․․․․․․․․]ỊMO[—]
[․․․․․․․․․․․․c.28․․․․․․․․․․․․]ΙΟΥ vacat
[ἐνεγκεῖν ἐλ] λόγ[ωι —]
Search Help