Honorary decree of boule and demos of Iasos for Priene, foreign judge Herokrates Andriou of Priene, and his grammateus; II; found at Priene: GIBM 420, ll. 1-37; *IPriene 53I; IIasos 73, ll. 1-37.  
[ ] IPri 53I
See also:
1 τὸ παρὰ Ἰασέων. ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι, πρυτάνεων γνώμη· περὶ ὧν
ἐπῆλθον Πρωτέας Ἑρμίου καὶ Ἑκαταῖος Ποσειδίππου, ἵνα ἡ βουλὴ καὶ ὁ
δῆμος βουλεύσηται, τίσιν δεῖ τιμαῖς τιμηθῆναι τὸν δῆμον τὸν Πριη-
νέων καὶ τὸν παραγενόμενον πρὸς ἡμᾶς δικαστὴν Ἡροκράτην Ἀνδρίου
5 [κ]αὶ τὸν γραμματέα, Ἡγέπολιν Ἡγίου, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δή-
μωι· ἐπειδὴ ὁ δῆμος ὁ Πριηνέων ἔν τε τοῖς πρότερον χρόνοις εὔνους ὢν
καὶ φίλος διετέλει καὶ νῦν ἀξιωσάντων ἡμῶν ἀποστεῖλαι δικαστὴν
ἀπέστειλεν ἄνδρα καλὸν καὶ ἀγαθὸν Ἡροκράτην Ἀνδρίου, ὃς παρα-
γενόμενος τὰς μὲν συνέλυσε τῶν δικῶν οὐθὲν ἐλλείπων προθυμίας,
10 ἀλλὰ πᾶσαν σπουδὴν ποιούμενος, ἵνα συλλυθέντες οἱ ἀντίδικοι τὰ
πρὸς αὑτοὺς μεθ’ ὁμονοίας πολιτεύωνται, τὰς δὲ διέκρινεν δικαίως, τήν
τε ἄλλην ἐνδημίαν ἐποιήσατο ἀπὸ παντὸς τοῦ βελτίστου ἀξίως ἀμ-
φοτέρων τῶν πόλεων, ἵνα οὖν καὶ ὁ δῆμος φαίνηται χάριν ἀποδιδοὺς
τοῖς εὐεργετοῦσιν αὐτὸν καὶ οἱ λοιποὶ οἱ παραγινόμενοι δικάζειν εἰς
15 τὴν πόλιν ζητῶσιν ἀξίως ἐπαίνου καὶ τιμῶν ποιεῖσθαι τὰς κρίσεις, εἰ-
δότες ὅτι ὁ δῆμος τοὺς καλοὺς καὶ ἀγαθοὺς τῶν ἀνδρῶν ἐπαινεῖ τε
καὶ τιμᾶι, ἐπῃνῆσθαι τὸν δῆμον τὸν Πριηνέων ἀρετῆς ἕνεκεν καὶ εὐνοίας
ἧς ἔχει εἰς τὴν πόλιν καὶ στεφανῶσαι χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ
ἐκ τοῦ νόμου, ὅτι αἰτησαμένων ἡμῶν δικαστὴν ἀπέστειλεν ἄνδρα κα-
20 λὸν καὶ ἀγαθὸν ἐπὶ τὰς κρίσεις, ἐπῃνῆσθαι δὲ καὶ τὸν ἀποσταλέντα δικασ-
τὴν Ἡροκράτην Ἀνδρίου ἀρετῆς ἕνεκεν καὶ καλοκἀγαθίας ἐπὶ τῶι προσ-
στῆναι τῶν τε κρίσεων καὶ τῶν συλλύσεων ἴσως καὶ δικαίως, ἐπαινέ-
σαι δὲ καὶ τὸν συνεξαποσταλέντα μετ’ αὐτοῦ γραμματέα Ἡγέπολιν
Ἡγίου ἐπὶ τῶι τὴν καθ’ αὑτὸν χρείαν διωικηκέναι ἐπιμελῶς καὶ εὐτά-
25 κτως καὶ τὴν ἐνδημίαν πεποιῆσθαι μετὰ πάσης εὐταξίας, καὶ στεφανῶ-
σαι τὸμ μὲν δικαστὴν χρυσῶι στεφάνωι ἀπὸ πλήθους τοῦ ἐκ τοῦ νόμου,
τὸν δὲ γραμματέα θαλλοῦ στεφάνωι· εἶναι δὲ αὐτοὺς καὶ προξένους τῆς
πόλεως, περὶ πολιτείας δὲ αὐτοῖς τε καὶ τοῖς ἐκγόνοις αὐτῶν προγράψ[ασ]-
θαι τοὺς προστάτας ἐν τοῖς ἐννόμοις χρόνο<ι>ς, εἶναι δὲ αὐτοῖς καὶ ἔφοδον ἐπ[ὶ]
30 τὴν βουλὴν καὶ τὴν ἐκκλησίαν πρώτοις μετὰ τὰ ἱερά· ἑλέσθαι δὲ καὶ πρεσ-
βευτάς, οἵτινες παραγενόμενοι εἰς Πριήνην τό τε ψήφισμα ἀποδώσουσιν
καὶ παρακαλέσουσιν αὐτοὺς τὴν αὐτὴν αἵρεσιν ἔχειν πρὸς τὸν δῆμον,
[ἀξ]ι̣ώσουσιν δὲ καί, ἵνα οἱ στέφανοι ἀναγγελθῶσιν ἐν τῶι θεάτρωι τοῖς πρώ-
[τοις Διον]υσίοις καὶ τὸ ψήφισμα ἀναγραφῇ ἐν ἱερῶι, ὧι ἂν αὐτοῖς φαίνηται, ἵνα
35 [πᾶσι φανερ]ὸν ἦι διότι ὁ δῆμος ὁ Ἰασέων καὶ τὰς πόλεις καὶ τοὺς ἄνδρας τοὺ[ς]
[ἀγαθοὺς τιμᾶι·  ἀ]ναγράψαι δὲ τὸ ψήφισμα καὶ παρ’ ἡμῖν ἐν τῶ<ι> ἱερῶι τῆς Ἀρτέ-
ιδος. πρεσβευταὶ ἡιρέ]θησαν Ἑκαταῖος Ποσειδίππου, Μενέξενος Κυδίου.
Search Help
Contact Us