Funerary inscription in elegiacs for Herma[ios]; 2:
*Haussoullier, RPh 33, 1909, pp. 6-8; Ziebarth, JÖAI 13, 1910,
pp. 112-114; Peek, GVI I 1829; **ZPE 1971, pp. 218-220, no. 14
(ll. 1, 2, 4).
1 | οὐ Λήθης, Ἑρμα[ῖε, ποτὸν πίες,]#⁹⁶¹ |
οὐδέ σ’ ἔκρυπτε [τύμβος ὅδε,] στυγνῆς δῶμα τ[ὸ Περσεφόν]ης, | |
ἀλλά σ’ ἔχων ἐς Ὄλυμπον ἀν[ήγαγεν]#⁹⁶¹ εὔσφυρος Ἑρμῆς,| | |
ἐκ χαλεπ[οῦ]#⁹⁶¹\ μερόπων ῥυσάμενος βιότου· | |
5 | μερόπων ῥυσάμενος βιότου· |
αἰθέρα δ’ ὀκταέτης κατιδὼν ἄστροις#⁹⁶¹ ἅμα λάμπεις| | |
πὰρ κέρας ὠλενίης#⁹⁶¹ Αἰγὸς ἀνερχόμενος| | |
παισί τε#⁹⁶¹ νῦν ἐπαρωγὸς ἐνὶ σθεναραῖσι παλαίσ#⁹⁶¹τραις| | |
φαίνῃ, σοὶ μακάρων τοῦτο| χαριζομένων. |