Funerary inscription in elegiacs for Batio Artemonos; 167/100 BC: *Herrmann, Chiron, 17, 1987, 178-182, col. 1 (PH); SEG 37, 990, col. 1.  
[ ] Chiron 1987, 178-82 col. 1
See also:
0 Βατιὼι Ἀρτέμωνος
a χρηστὴ χαῖρε.
1 πικρή μοι λυκάβαντος ἐπήλυθε μοῖρα δυσαίων
οὐλόμενός τε χρόνου μὴν ΑΠΑΤΗΝΟΡΙΩΝ·
ὤλεσα γὰρ καὶ πρὶν τέκνου νεοθηλέα βλαστὸν
ὀρφανά τ’ ἐκ πατρὸς δώματα τῶιδ’ ἔσιδον.
5 ἤδη νῦν ἀχθινὸν ἐπιστρωφήσατ’ ἄτρακτον,
Μοῖραι, καὶ ζωὰν πλήσατ’ ἐμεῦ τέκεος·
ἀρκεῖ γάρ μοι μικρὸς ὑπὸ χθονὶ παῖς· ὁ δὲ πατρὶ
λιπέσθω γήρως καὶ βιότοιο φύλαξ.
Search Help
Contact Us