Letter of Claudius to Dionysiac artists; AD 48: *Milet I 3, 156 (PH).  
[ ] Milet I 3, 156
1 [Τι]βέριος Κλαύδιος Καῖσαρ Σεβαστὸς Γερμ̣[ανι]-
[κ]ός, δημαρχικῆς ἐξουσίας τὸ ηʹ, ὕπατος τ̣[ὸ δʹ],
α̣ὐ̣τοκράτωρ τὸ ιεʹ, πατὴρ πατρίδος, τειμητής,
τοῖς περὶ τὸν Διόνυσον ἱερονείκαις καὶ τεχνεί-
5 ταις χαίριν.  μεμνημένους ὑμᾶς, ὧν παρεσ-
χόμην διαφυλάξας τὰ ὑπὸ τῶν πρὸ ἐμοῦ Σε-
βαστῶν καὶ τῆς συνκλήτου δεδομένα δίκαια,
ἀποδέχομαι καὶ πιράσομαι αὔξιν αυτὰ εὐ-
σεβῶς διακιμένων ὑμῶν πρὸς τὸν ἐμὸν οἶ-
10 κον.  τοῦτο δέ μοι παρέστησεν Μᾶρκος Οὐαλέ-
ριος Ἰουνιανὸς οἰκιακός μου, ὃν καὶ αὐτὸν ἐ-
πῄνεσα οὓτως διακίμενον πρὸς ὑμᾶς.
vacat [ἔρρωσθε?].
Search Help
Contact Us