Letter of Eumenes II to Ionian League accepting decree honoring him; winter 167/6 BC: OGIS 763; *Milet I 9, 306; SEG 1, 437; SEG 4, 425, 443-444; **Welles 52 (ll. 1, 57-8); **Wilhelm, Königsbriefe 43-6 (ll. 13-5, 22); Piejko, RFIC 114, 1986, 431, note 2 (non vidi); SEG 36, 1049.  
[ ] Milet I 9, 306
Ia.1 β̣α̣σ̣ι̣λεὺς Ε̣ὐ̣[μένης Ἰώνων τῶι κοινῶι χαίρειν.]
τῶν παρ’ ὑμῶν πρεσβευτῶν Μενεκλῆς [μὲ]
οὐ συνέμειξέ μοι, Εἰρηνίας δὲ καὶ Ἀρχέλαο̣|ς
ἀπαντήσαντες ἐν <Δ>ήλωι ἀπέδωκαν
5 ψήφισμα καλὸν καὶ φιλάνθρωπον, ἐν ὧι
καταρξάμενοι διότι τὰς καλλίστας ἀπὸ τῆ̣|ς
ἀρχῆς ἑλόμενος πράξεις καὶ κοινὸν ἀναδείξας̣
ἐμαυτὸν εὐεργέτην τῶν Ἑλλήνων πολλοὺς μ|ὲν
καὶ μεγάλους ἀγῶνας ὑπέστην πρὸς τοὺ[ς]
10 βαρβάρους, ἅπασαν σπουδὴν καὶ πρόνοιαν ποιού[με]-
νος ὅπω̣ς οἱ τὰς Ἑλληνίδας κατοικοῦντες πόλε̣[ις]
διὰ παντὸς̣ ἐν εἰρήνηι καὶ τῆι βελτίστηι καταστάσ̣[ει]
ὑπάρχωσιν, ἀντικαταλλασόμενός [τε πρὸς] τ[ὸν]
Ib.14 ἐπ̣[α]κ̣[ολουθ]ο̣ῦ̣ντα κίνδυνον κα̣[ὶ [πόνον τὴν εὔκλειαν, ἐμμέ]-
15 [νειν δὲ ἑ]λ̣όμεν̣[ος ἐν τ]οῖ̣ς̣ [πρὸς τὸ κ]ο̣ινὸν ἀ̣κολού-
θως τῇ τοῦ πατρὸς πρ̣ο[α]ιρέσει ἐν πολλ̣οῖς φανερὰς
πεποίημαι τὰς ὑπὲρ τούτων ἀποδείξεις κοινῇ τε
καὶ κατ’ ἰδίαν πρὸς ἑκάστην τῶν πόλεων εὐνοϊκῶς
διακείμενος καὶ πολλὰ τῶν πρὸς ἐπιφάνειαν
20 καὶ δόξαν ἀνηκόντων συνκατασκευάζων
ἑκάστῃ, ἅπερ διὰ τῶν ἔργων τὴν ἐμήν τε φιλοδο-
ξ̣ίαν ἤ̣[λε]γ̣χ̣εν καὶ τὴν εὐχαριστίαν τοῦ κοινοῦ·
διόπερ ἔ[δο]ξ̣εν ὑμ[⁵¹ε]⁵¹ῖν, ὅπως ἀεὶ φαίνησθε τὰς
καταξίας τιμὰς τοῖς εὐεργέταις ἀπονέ-
25 μοντες, στεφανῶσαι μὲν ἡμᾶς χρυσῷ στεφά-
νωι ἀριστείωι, στῆσαι δὲ εἰκόνα χρυσῆν ἐν ὧι ἂμ
βούλωμαι τόπωι τῆς Ἰωνίας, ἀναγγεῖλαί τε τὰς τιμὰς
ἔν τε τοῖς ὑφ’ [ὑ]μῶν συντελουμένοις ἀγῶσιν
καὶ κατὰ π̣ό̣λεις ἐν τοῖς τιθεμένοις ἐν ἑκάστηι,
Ic.30 [καὶ ἀσπάσασθαι δέ μ]ε παρὰ τοῦ κοινοῦ [καὶ συνησθῆναι]
[ἐπὶ τ]ῶι κ̣ἀ̣μὲ κ̣[αὶ τ]ο̣ὺς ἀναγκαίους ἐρ̣ρῶ̣[σθαι εἶναί τε]
τὰ πράγματα κατὰ λόγον, παρακαλεῖν τ̣[έ με θεωροῦντα]
τὴν εὐχαριστίαν τοῦ πλήθους τὴν κ[αθήκουσαν πρό]-
νοιαν ποεῖσθαι δι’ ὧν τὸ κοινὸν τῶν Ἰ[ώνων ἐπαυξηθή]-
35 σεταί τε καὶ διὰ παντὸς ἐν τῆι ἀρί[στηι καταστάσει ὑπ]|ά̣ρ-
ξει· οὕτω γὰρ καὶ μετὰ ταῦτά με πάν[των τεύξεσθαι τ]|ῶ̣ν
εἰς τιμὴν καὶ δόξαν ἀνηκόντων.  ἀκ̣[ολούθως δὲ πᾶσιν]
τοῖς κατακεχωρισμένοις καὶ οἱ πρ[εσβευταὶ μετὰ π]|λ̣εί-
ονος σπουδῆς διελέχθησαν ἐξηγο[ύμενοι σύμπα]|ν-
40 τος τοῦ πλήθους πρὸς ἡμᾶς ἐκτενε[στάτην τε καὶ]
εἰλικρινῆ τὴν εὔνοιαν.  τά τε τίμια φιλο[φρόνως ἀποδέ]-
χομαι κ<α>ὶ οὐδέποτ’ ἐλλελοιπὼς κατά [γε τὴν ἐμὴν]
δύναμιν εἰς τὸ περιποιεῖν ἀεί τι καὶ κ[οινῆι ἅπασιν]
καὶ κατὰ πόλιν ἑκάστοις τῶν πρὸς [τιμὴν καὶ δόξαν]
IIa.45 ἀ̣[ν]ηκόντων πειράσομαι καὶ νῦν τῆς
τοιαύτης προθέσεως μὴ ἀφίστασθαι.
γίνοιτο δὲ τῆι βουλήσει μου καὶ τὰ πράγματα
συνεξακολουθεῖν.  οὕτω γὰρ ὁμολογουμέ-
νην λήψεσθε μᾶλλον δι’ αὐτῶν τῶν ἔργων
50 τῆς ἐμῆς προαιρέσεως τὴν ἀπόδειξιν.
ὅπως δὲ καὶ εἰς τὸ λοιπὸν ἐν τῆι πανηγύρει
τῶν Πανιωνίων ἡμέραν ἐπώνυμον ἄγοντες
ἡμῖν ἐπιφανέστερον τὴν ὅλην ἑορτὴν συν-
τελῆτε, προσόδους ὑμῖν τὰς ἱκανὰς ἀνα-
55 [θήσω], ἀ̣φ’ ὧν ἕξετε τὴν καθήκουσαν ἡμῖν
[ἀνατιθ]έ̣ναι μνήμην.  τὸν δὲ χρυσοῦν ἀνδρι-
[άντα ποιή]σ̣ω μὲν ἐγὼ προαιρούμενος ἀδά-
[πανον πάν]τ̣ως [τὴν] χ̣ά̣ρ̣ιν ε̣ἶ̣ν̣αι τῶι κο[ινῶι].
IIb.59 ἀν̣ατεθῆναι δ’ αὐτὴ̣[ν βούλομαι] ἐν τῶι ἐψη-
60 φισμένωι ἡμῖν ὑπὸ Μιλησ[ίων τε]μένε[ι· ὅ]-
τε γὰρ ἐν ταύτηι τῆι πόλει συντελοῦντε[ς]
τὴν πανήγυριν ἐψήφισθε τὴν τιμὴν ἡμῖν,
τῆς πόλεως μόνης τῶν Ἰάδων μέχρι τοῦ
παρόντος τέμενος ἀναδεδειχοίας ἡμῖν
65 καὶ συγγενοῦς κρινομένης διὰ Κυζικηνούς,
ἔνδοξα δὲ πολλὰ καὶ ἄξια μνήμης ὑπὲρ τῶν
Ἰώνων πεπραχυίας, οἰκειοτάτην ἐλογιζόμη[ν]
τὴν ἀνάθεσιν ἔσεσθαι ἐν ταύτηι.  τὰ δὲ κατὰ
μέρος ὑπὲρ τῆς ἐμῆς εὐνοίας κοινῆι τε
70 πρὸς πάντας ὑμᾶς καὶ καθ’ ἑκάστην πόλιν
ἀκηκοότες οἱ πρεσβευταὶ δηλώσουσιν
ὑμῖν.  ἔρρωσθε.
Search Help