Treaty between Miletos and Pidasa on sympolity; 183***/164 BC: *Milet I 3, 149; Maier 74; SEG 19, 678; SEG 37, 984, 987.  
[ ] Milet I 3, 149
1 ἀγαθῆι τύχηι.  ἐπὶ στεφανηφόρου Πασικλείους μηνὸς Ἀ̣νθεστηριῶνος
τάδε ὡμολόγησαν καὶ συνέθεντο Μιλήσιοι καὶ Πιδα̣σ̣εῖς, ὑπὲρ μὲν τοῦ
δήμου τοῦ Μιλησίων οἱ πρυτάνεις καὶ οἱ εἱρημένοι ἐπὶ τῆι φυλακῆι καὶ οἱ ἀποδει-
χθέντες σύνεδροι Μιννίων Λεωδάμαντος, Θεογένης Λεωδάμαντος, Πολύξε-
5 νος Μελησίππου, Μενέστρατος Ἀναξίλεω, Ἡρώιδης Ζήνωνος, Ἀντίγονος
Ἑκαταίου, Μύρμηξ Ἑκαταίου, Ἡρώιδης Μιννίωνος, Φιλίσκος Λυσιμάχου, Δημήτριος
Ἀρτέμωνος, ὑ̣πὲρ δὲ τοῦ δήμου τοῦ Πιδασέων οἱ πεμφθέντες ὑφ’ αὐτῶν αὐτο-
κράτορες πρεσβευταὶ Μενέξενος Ἀριστέου, Δημήτριος Πολίτου, Ἀρτέμων Μενίπ-
που, Μέλανθος Πολίτου, Ἑρμίας Πολίτου, Μελάνθιος Πολίτου, Μενεσθεὺς Ἀριστέου,
10 Α̣ἴ̣σων Ἑρμίου, Πολίτης Ἑρμίου, Πολίτης Μενίππου· εἶναι Πιδασεῖς Μιλησίων πο-
λίτας καὶ τέκνα καὶ γυναῖκας, ὅσαι ἂν ὦσιν φύσει Πιδασίδες ἢ πόλεως Ἑλλη̣-
νίδος πολίτιδες· παραδοῦναι δὲ ἐπὶ τὸ βουλευτήριον τῶν ὀνομάτων ἀναγρα-
φὴν τοὺς αἱρεθέντας ὑπὸ Μιλησίων ἄνδρας καὶ μετεῖναι τοῖς ὀνόμασιν καὶ
ἀ̣νενεχθεῖσιν ἱερῶν καὶ ἀρχείων καὶ τῶν ἄλλων, ὧν καὶ τοῖς λοιποῖς μέτε-
15 στι Μιλησίοις· πέμπειν δὲ Μιλησίους εἰς Πίδασα τὸν λαχόντα τῶν πολιτῶν̣
φρούραρχον καὶ φρουρούς, ὅσους ἂν ἱκανοὺς εἶναι φαίνηται, καὶ προνοεῖν, ὅπως̣
τὰ τείχη ἐπισκευάζηται καὶ κατὰ χώραν μένηι, καὶ τῆς φυλακῆς ἐπιμε-
λεῖσθαι, καθότι ἂν κρίνωσι συμφέρειν.  τῶν δὲ ἐκφορίων τῶν γινομένω[ν]
ἐν τῆι χώραι τῆι Πιδασέων τὸ μὲν ἔλαιον εἶναι ἐπιτελὲς τῶν τελῶ̣-
20 ν, ὧν καὶ Μιλήσιοι τιθέασιν.  τῶν δὲ ἄλλων τελεῖν χαλκοῦν ἐφ’ ἔτη πέν̣-
τε ἄρχοντος στεφανηφόρου Φιλίδου, καὶ τῶν κτηνῶν τῶν ἱσταμένω[ν]
ἐν τῆι Πιδασίδι, ὅσα εστὶν Πιδασέων τῶν ἐμ Πιδάσοις κατοικούντων̣
καὶ ζμηνῶν τὸ ἴσον [ἐ]φ’ ἔτη τρία ἄρχοντος τοῦ αὐτοῦ στεφανηφόρου,
διελθόντος δὲ τοῦ προειρημένου χρόνου τελεῖν εἰς Μίλητον Πιδασεῖς
25 τὰ αὐτὰ τέλη, καθότι ἂν κ̣αὶ οἱ λοιποὶ Μιλήσιοι τελωνῶνται.  δοῦναι δὲ
τὸν δῆμον τὸν Μιλησίων Πιδασεῦσιν τοῖς κατωικηκόσιν καὶ ἐνμεμε-
νηκόσιν μέχρι τοῦ νῦν χρόνου ἐμ Πιδάσοις ἢ τῆι χώραι τῆι Πιδασέων̣
οἰκ<ή>σεις εἰς κλινῶν λόγον τριακοσίων καὶ ἐνενήκοντα.  νέμεσθαι δὲ
Πιδασεῖς τάς τε ὑπαρχούσας ἱερὰς κτήσεις καὶ δημοσίας καὶ ἄν τι-
30 νες ἄλλαι προσγίνωνται τοῖς θεοῖς ἢ τῶι δήμωι πέντε μὲν ἔτη ἄρ-
χοντος στεφανηφόρου Φιλίδου τελοῦντας τῶν ἐκφορίων χαλκοῦ[ν],
διελθόντος δὲ τοῦ προειρημένου χρόνου τὰ ἴσα τέλη, ὅσα καὶ Μιλήσ[ιοι]
φέρουσιν.  τοῦ δὲ ἐν τοῖς ἱεροῖς ὄρεσιν τοῖς περιωρισμένοις γινομένο̣[υ]
σίτου τελεῖν αὐτοὺς διελθόντων τῶν πέντε ἐτῶν ἑκατοστὴν
35 εἰς τὸν ἀεὶ χρόνον.  εἶναι δὲ Πιδασέων τοὺς προσγραφησομένους
ἀτελεῖς λειτουργιῶν ἐφ’ ἔτη δέκα ἄρχοντος στεφανηφόρου
Φιλίδου.  ἐγδικῆσαι δὲ τὸν δῆμον τὸμ Μιλησίων καὶ περὶ τῆς χώρας
τῆς ἀποκαθεσταμένης αὐτοῖς ὑπὸ τῶν στρατηγῶν, ἐάν τις γίν[η]-
ται διάκρισις.  συγκεχωρῆσθαι δὲ Πιδασέων τοῖς προσγραφησομένοις
40 πρὸς τὸ πολίτευμα καὶ ἐνεκτημένοις ἐν τῆι Εὐρωμίδι εἰσάγειν ἀπὸ τοῦ̣
γεινομένου οἰνικοῦ γενήματος ἐν ταῖς ἰδίαις κτήσεσιν ἕως πλείστων̣
μετρητῶν χιλίων ἀπὸ μηνὸς Ποσιδεῶνος τοῦ ἐπὶ Φιλίδου τελοῦσιν ἐλ-
λιμένιον χαλκοῦν εἰς τὸν ἀεὶ χρόνον ἀπογραψαμένων ἐπὶ τὸ τῆς βουλῆς
ἀρχεῖον τῶν ἐνεκτημένων ἐν τῆι Εὐρωμίδι.  κατασκευάσαι δὲ Μιλησίους
45 ὁδὸν ἐκ τῆς Πιδασίδος ζυγίοις πορευτὴν εὶς Ἰωνίαν πόλιν.  μετέχειν δὲ
Πιδασέων καὶ τοὺς πεπολιτογραφημένους πρότερον τῶν αὐτῶν πᾶσ̣[ιν]
Πιδασεῦσιν πλὴν {πλὴν} τῆς ἀτελείας τῶν λειτουργιῶν.  ὑπάρχειν δ[ὲ]
καὶ τἆλλα τὰ κατακεχωρισμένα ἐν τῶι ψηφίσματι τῶι γραφέντι περὶ τῶ[ν]
ἀνηκόντων εἰς τὴν συμπολιτείαν κύρια καὶ συντελεῖσθαι αὐτά, καθό[τι]
50 συγκεχώρηται προσφερομένων Πιδασέων πόλιν τε καὶ χώραν καὶ τὰ[ς]
[ἐ]κ τούτων προσόδους.  ὁρκισάτω δὲ ὁ στεφανηφόρος μετὰ τοῦ ἱεροκήρυκος̣
[τ]ού̣ς τε ἥκοντας ἐκ Πιδασέων πρεσβευτὰς καὶ τοὺς πρυτάνεις καὶ
τοὺ[ς] εἱρημένους ἐπὶ τῆι φυλακῆι καὶ τοὺς κεχειροτονημένους συν-
έδρο̣υ̣ς̣ τὸν ὅρ̣κ̣ον τόνδε· ἐμμενῶ τοῖς ὡμολογημένοις καὶ ἀναγεγραμ-
55 μένο̣ι̣ς̣ [εἰς] τὸν ἀεὶ χρόνον καὶ οὐ παραβήσομαι τέχνηι οὐδεμιᾶι οὐδὲ μηχα-
νῆι οὐδ̣ὲ̣ ἄ̣[λλ]ωι παραβαίνοντι τὴν συνθήκην ἐπιτρέψω, καὶ ἐὰν τινα
ἄλλον̣ π̣υν[θά]νωμαι αἱρούμενον παραβαίνειν τὰς ὁμολογίας, οὐκ ἐπι-
τρέψω κ̣α̣τὰ δύ̣να̣μιν τὴν ἐμήν, ἀλλὰ δηλώσω τῆι βουλῆι καὶ τῶι δήμωι.
ταῦτα ἀληθῆ, νὴ τ̣ὴ̣ν Ἑστίαν τὴμ Βουλαίαν καὶ τοὺς ἄλλους θεούς.
60 καί μοι εὐορκοῦντι μὲν εὖ εἴη, ε̣ἰ̣ δὲ ἐφιορκοίην, ἐξώλης εἴην καὶ αὐτὸς καὶ
τἀμά.  ὀμόσαι δὲ ἐμ Πιδάσοις καὶ τοὺς ἄλλους Πιδασεῖς τοὺς ὄντας
ἐπιδήμους καὶ ἐν ἡλικίαι ὑπάρχοντας τὸν αὐτὸν ὅρκον προσομνύντας
καὶ τοὺς κατέχοντας αὐτῶν τὴν πόλιν θεούς. ὁπότεροι δὲ ἂν μὴ ἐ̣μμ<ε>ίνω-
σιν τοῖς ἐν τῆιδε τῆι συνθήκηι κατακεχωρισμένοις, ἀδίκους τε ε̣ἶναι
65 αὐτοὺς τῶν θεῶν, οὓς ὀμωμόκασιν, καὶ ἀποτεῖσαι τοὺς μὴ ἐμμείναν-
τας τοῖς ἐμμείνασιν τάλαντα τρ̣ιάκοντα.
Search Help