Decree of demos honoring Eirenias; c. 165 BC; found in Yeniköy: *Herrmann, MDAI(I) 15, 1965, pp. 71-117, no. 1 (PH); Kleine, MDAI(I) Beih. 31, 1986, 129-140; SEG 36, 1046.  
[ ] MDAI(I) 1965, 71-117, no. 1
See also:
I.1 ἔδοξε τῶι δήμωι· οἱ πρυτάνεις καὶ οἱ εἱρημένοι ἐπὶ τῆς φυλακῆς εἶπαν· ἐπει-
δὴ Εἰρηνίας Εἰρηνίου τὴν καλλίστην διὰ παντὸς ὑπὲρ τῶν συμφερόντων τῆι
πόλει ποιούμενος ἐκτένειαν καὶ ἀεί τι τῶν πρὸς ἐπιφάνειαν καὶ δόξαν ἀνηκόν-
των συγκατασκευάζων τῆι πατ<ρ>ίδι, ἐντυχὼν δὲ καὶ βασιλεῖ Εὐμένει κατὰ τὴν δο-
5 θεῖσαν ὑπὸ τοῦ πλήθους αὐτῶι συγχώρησιν καὶ διὰ τῆς ἰδίας συστάσεως
προτρεψάμενος αὐτὸν δοῦναι τῆι πόλει δωρεὰν πυρῶν μεδίμνων μυριά-
δας δεκαὲξ εἰς κατασκευὴν γυμνασίου καὶ ξύλωσιν εἰς τὰ δεδηλωμένα
τὴν ἱκανήν, τοῦ δὲ δήμου ψηφισαμένου τὰς ἁρμοζούσας ἐπὶ τοῖς προειρη-
μένοις τιμὰς τῷ βασιλεῖ καὶ πρεσβευτὴν ἐξαποστείλαντος Εἰρηνίαν δια-
10 λεγεὶς μετὰ πάσης φιλοτιμίας καὶ παραστησάμενος αὐτὸν προσεπαυ-
ξῆσαί τε τὰ κατὰ τὴν ἐπαγγελίαν καὶ τὰς δαπάνας τὰς εἰς τὴν συν-
τέλειαν τῶν τιμῶν ἀναδέξασθαι παρ’ αὑτοῦ ὥστε τὴν μὲν τοῦ πλή-
θους εἰς τοὺς εὐεργέτας εὐχαριστίαν φανερὰν πᾶσιν καταστῆσαι, τὰς
δὲ εἰς τὰ δεδηλωμένα χορηγίας ἐκ τῶν τοῦ βασιλέως ὑπηρετηθῆ-
15 ναι, καλὴν καὶ συνφέρουσαν οὐ μόνον ἐπὶ τοῦ καθήκοντος, ἀλλὰ
16/22 {²c. 7 lines}²
II-III.1 Ἀντιόχου καὶ παραστησάμενος αὐτὴν εἰς τὸ λαβεῖν παρὰ τοῦ ἀδελφοῦ
βασιλέως Ἀντιόχου ἀτέλειαν τῶι δήμωι πάντων τῶν ἐκ τῆς Μιλησίας εἰσ-
αγομένων γενημάτων εἰς τὴν βασιλείαν, ὥστε διὰ τῆς γεγενημένης
συγχωρήσεως ἔνδοξον μὲν τὴν δωρεὰν εἰς ἅπαντα τὸν χρόνον γεγονέναι,
5 πρὸς ἐπαύξησιν δὲ ἀνήκουσαν τῶν τε τῆς πόλεως καὶ τῶν ἑκάστου τῶν
ἰδιωτῶν προσόδων, καὶ ἐν ἅπασιν καὶ λόγωι καὶ ἔργωι σπεύδων ὑπὲρ τῆς
πατρίδος καθότι προσήκει τὸν ἀγαθὸν πολίτην·
ὅπως οὖν καὶ ὁ δῆμος τὰς ἁρμοζούσας ἀπονέμων φαίνηται τιμὰς τοῖς καλοῖς
καὶ ἀγαθοῖς τῶν ἀνδρῶν καὶ τῆς εἰς τὸ πλῆθος φιλοδοξίας καὶ εὐνοίας τὰς
10 μεγίστας ἀποδείξεις διὰ πληόνων πε<π>οιημένοις δι’ αὐτῶν τῶν ἔργων
περὶ τῶν ἐνδοξοτάτων ἀγωνισταῖς γινομένοις· δεδόχθαι Μειλησίοις
Εἰρηνίαν μὲν ἐπῃνῆσθαι ἐπὶ τούτοις καὶ εἶναι ἐν ἐπιμελείαι παρὰ τῆι
βουλῆι καὶ τῶι δήμῳ, στῆσαι δὲ αὐτοῦ καὶ εἰκόνα χρυσῆν ἐν ὧι ἂν ὁ
δῆμος ἀποδείξῃ τόπωι· τῆς δὲ τιμῆς ἐπικυρωθείσης ἐν τῶι δικαστηρίωι
15 [— ποιήσασθαι τὴν ἀναγ]γελίαν τοὺς μὲν ἀγωνοθέ-
[τας — τοὺς δὲ] βασιλεῖς Διονυσίων ἐν τῆι κατὰ
[— πανηγύρει?, τοὺς δὲ ἀνατάκτας] ἐξελεῖν τὸ ἱκανὸν διάφο-
[ρον —]νος· ἑλέσθαι δὲ καὶ ἐπιστάτας
[τρεῖς? οἵτινες ἐπιμελήσονται τῆς το]ῦ ἀνδριάντος συντελείας
20 [— ἀναγ]ράψαι τὸ ψήφισμα
[τόδε εἰς τὴν βάσιν τῆς εἰκόνος.  ]
Search Help