Decree of demos regulating relations with Kios; c. 228*** BC?: *Milet I 3, 141 (PH); **NBeitr 6, 62 (l. 29); SEG 1, 436; SEG 4, 429; SEG 37, 982, 985.  
[ ] Milet I 3, 141
1 γνώμη συνέδρων τῶν αἱρεθέντων, Εὐδώρου τοῦ
Σαμιάδου, Ἀντήνορος τοῦ Εὐανδρίδου, Αὐτοκράτου
τοῦ Ἡγήμονος, Σαμίου τοῦ Ἀνδρίου, Λαοδήμου τοῦ
Λαέρτου, Τιμοπόλιος τοῦ Ἡφαιστίου, Ποσειδωνίου τοῦ
5 Βοήθου, Λίχαντος τοῦ Ἑρμοφάντου, Διονυσίου τοῦ
Ποσειδωνίου, Πασικλείους τοῦ Βηβιλέως· εἶπαν· ἐπειδὴ
Κιανοὶ ἄποικοι ὄντες τῆς πόλεως καὶ διαφυλάσσον-
τες τὴμ πρὸς τὸν δῆμον φιλίαν ἀπέστειλαν ἱεροποι-
οὺς Νίκανδρον καὶ Φιλιππίδην ψήφισμα κομίζοντας,
10 ἐν ὧι ἀπολογισάμενοι τοὺς πολέμους τοὺς κατασχόν-
τασ αὐτῶν τὴγ χώραν καὶ τὰς δαπάνας τὰς εἰς ταῦ-
τα γινομένας ἀξιοῦσιν εἰς τὰς φιάλας, ἃς προσοφείλου-
σιν τῶι θεῶι, ἀφεθῆναι, ὅσας ἂν δυνατὸν ἦι, καὶ οἱ ἱεροποιοὶ
δὲ οἱ ἥκοντες παρὰ Κιανῶν περί τε τούτων διελέγησαν
15 ἀκολούθως τοῖς ἐν τῶι ψηφίσματι γεγραμμένοις καὶ ἐμφα-
νίσαντες τὰ οἰκεῖα καὶ φιλάνθρωπα τὰ ὑπάρχοντα κοινῆι τε
τῶι δήμωι ἐγ Κίωι καὶ ἰδίαι τὰ γινόμενα τοῖς ἀφικνουμέ-
νοις Μιλησίων ἐμνήσθησαμ περὶ πολιτείας, ὅπως ὑπάρχη<ι>
Κιανοῖς ἐμ Μιλήτωι, προσήκει δὲ τῶι δήμωι κτίστηι ὄντι
20 τῆς ἀποικίας καὶ τὴν εἰς τοὺς οἰκείους εὔνοιαν ἐμ παν̣-
τὶ καιρῶι ἀποδεικνυμένωι μὴ ἀφίστασθαι τοῦ συμφέροντο[ς],
ἀλλ’ ἐπιμέλειαμ ποιήσασθαι τῶν ἀποίκων τὴμ προσήκου-
σαν· ἐψηφίσθαι Μιλησίοις ἀποκρίνασθαι Κιανοῖς περὶ μὲν τῶμ̣ [φι]-
αλῶν, ὧν ἀξιοῦσι τὴν ἄφεσιγ γενέσθαι, διότι, εἰ μὲν μὴ συνέβαινε
25 καὶ αὐτοὺς τεθλῖφθαι διὰ τοὺς πολέμους καὶ τὰς ἀφορίας τὰς
κατασχούσας τὴγ χώραν, ἔτι δὲ καὶ ἀδύνατον εἶναι τὴν ἄφε̣-
σιμ ποιήσασθαι τὸν δῆμον τῶγ γινομένων ἀπαρχῶν τῶ[ι θε]-
ῶι διὰ τὸ τὸν νόμον τὸμ περὶ τούτων ὑπάρχοντα κωλύειν, ἐ-
πεὶ πᾶν τὸ δυνατὸν ἂν ἔ<π>ρα<ξ>εν εἰς τὸ συντελεσθῆναι Κιανοῖς
30 τὰ περὶ τούτων ἀξιούμενα, νυνὶ δὲ ἐπιχωρεῖ αὐτοῖς ποιήσασ-
[θ]αι τὴν ἀποκατάστασιν τῶν ὀφειλομένων φιαλῶν. ἐπειτὰν̣
φαίνηται αὐτοῖς κατὰ καιρὸν εἶναι.  περὶ μέντοι τῶν ἐφεξῆς
ο̣ἴεται δεῖν ὁ δῆμος γίνεσθαι τὰς ἀπαρχὰς τῶι θεῶι κατὰ τὰ ὑπὸ
[τῶ]μ προγόνων συγκείμενα.  τὴν δὲ πολιτείαν δεδόσθαι Κιανοῖς,
35 [κ]α̣θότι ἐμνήσθησαν οἱ ἱεροποιοί, ὅπως ὁ δῆμος φαίνηται ἐπὶ πλε̣[ῖ]-
ον τὴν οἰκειότητα διατηρῶν καὶ ἀκόλουθα πράσσων τῆι τῶμ προγό̣-
νων αἱρέσει· ἵνα δὲ τοῖς προαιρουμένοις Κιανῶν μετέχειν τῆ[ς]
πολιτείας γίνηται τὰ ὑπὸ τοῦ δήμου δεδομένα, ἐπιμελεῖσθ[αι]
τοὺς πρυτάνεις καὶ ἐπικληροῦν αὐτοὺς ἐπὶ τὰς φυλάς, ἐὰν̣
40 ἀπομαρτυρῶσιν αὐτοῖς Κιανοὶ μετὰ ψηφίσματος, ὅτι εἰσὶν
αὐτῶμ πολῖται· παρακαλεῖ δὲ ὁ δῆμος Κιανοὺς μνημονεύον̣-
τας τῶγ γινομένων αὐτοῖς φιλανθρώπων τήν τε πρὸς τὸν θεὸν̣
εὐσέ{ι}βειαν {²⁶εὐσέβειαν}²⁶ διατηρεῖν καὶ τὴν οἰκειότητα ἐπὶ πλεῖον αὔξειν ἐπα-
κολουθοῦντας τῆι τῶμ προγόνων αἱρέσει.  οὕτω γὰρ καὶ παρὰ τοῦ
45 δήμου πολλῶι μᾶλλον ὑπάρξει αὐτοῖς πάντα τὰ φιλάνθρωπα̣
[κ]αὶ ἐν οὐθενὶ λειφθήσονται τῶν συμφερόντων αὐτοῖς καθότι καὶ̣
[ἐ]ν τῶι πρότερον χρόνωι· τὸ δὲ ψήφισμα τόδε ἀναγράψαι εἰς στήλην̣
λ̣ιθίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλων[ο]ς τοῦ Δελφινί̣-
ου· τῆς δὲ κατασκευῆς τῆς στήλης καὶ τῆς ἀναγραφῆς τοῦ ψη-
50 φίσματος ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς καὶ τὸν ἀρχιτέκ̣τ̣[ο]-
να· τὸ δὲ ἀνάλωμα τὸ εἰς ταῦτα δοῦναι τοὺς ἡιρημένους ἐπὶ τῆ̣[ς]
δημοσίας τραπέζης ἀπὸ τοῦ ὑπάρχοντος αὐτοῖς εἰς τὰ τειχο̣-
ποϊκά· καλέσαι δὲ τοὺς ἱεροποιοὺς καὶ ἐπὶ δεῖπνον εἰς τὸ πρυταν̣[εῖ]-
ον.  ἔδοξε τῶι δήμωι εἰς λεύκωμα ἀναγράψαι τὸ ψήφισμα.
Search Help