Decree of demos making provisions for perpetuating philia and symmachia with King Ptolemy (II); c. 262/260 BC: *Milet I 3, 139C; **Wilhelm, MDAI(A) 39, 1914, 186-7 (l. 44); SEG 4, 428 (see 52, 62).  
[ ] Milet I 3, 139C
22 ἔ̣δοξε τῶι δήμωι· γνώμη ἐπιστατῶν· Πειθένους Θαρσαγ̣ό̣ρ̣ου εἶπεν· τὰ
μὲν ἄλλα καθότι ἡ βουλὴ ἐψηφίσατο· ἐπειδὴ τοῦ δήμου καὶ πρότερον ἑλ[ο]-
μένου τὴμ φιλίαν καὶ τὴν συμμαχίαν τὴμ πρὸς τὸν θεὸν καὶ σωτῆρ[α]
25 Π̣τολεμαῖον συνέβη τήν τε πό[λιν] εἰς εὐδαιμονίαν καὶ ἐπιφάνειαν ἐλθεῖν καὶ τ[ὸν]
δ̣ῆμον πολλῶγ καὶ μεγάλων ἀγαθῶν ἀξιωθῆναι, δι’ ἃς αἰτίας ἐτίμησεν
α̣ὐτὸν ὁ δῆμος ταῖς μεγίσταις καὶ καλλίσταις τιμαῖς, διαδεξάμενός τε
τὴμ βασιλείαν ὁ υἱὸς αὐτοῦ βασιλεὺς Πτολεμαῖος καὶ ἀνανεωσάμενος
τήν τε φιλίαν καὶ συμμαχίαν τὴμ πρὸς τὴμ πόλιν πᾶσαν πεποίηται
30 σπουδὴν ὑπὲρ τῶν συμφερόντων πᾶσι Μιλησίοις χώραν τε ἐπιδιδοὺς καὶ
τὴν εἰρήνην παρασκευάζων τῶι δήμωι καὶ τῶν ἄλλων ἀγαθῶν πα-
[ρ]αίτιος γινόμενος τῆι πόλει, καὶ νῦμ πολέμων καταλαβόντων πολλῶ[ν]
κ̣αὶ μεγάλων ἡμᾶς καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν καὶ τῶν [ἐ]ν̣α̣ν̣τίων ἐ[πι]-
π̣λευσάντων ἐπὶ τὴμ πόλιν ἡμῶν πυθόμενος ὁ βασιλεὺς τὸν δῆμον εύγε-
35 ν̣ῶς ἐμμεμενηκότα τῆι πρὸς αὐτὸμ φιλίαι καὶ συμμαχίαι ἀποστείλας
γ̣ράμματα καὶ πρεσβευτὴν Ἡγέστρατον ἐπαινεῖ τὸν δῆμον ἐπὶ τῆι αἱρέσει
καὶ ἐπαγγέλλεται τὴμ πᾶσαν ἐπιμέλειαν ποιήσεσθαι τῆς πόλεω̣σ̣ κ̣α̣ὶ̣ ἀ[μυ]-
ν̣εῖσθαι ταῖς εὐεργεσίαις ἐπὶ πλεῖον, παρακαλεῖ δὲ καὶ εἰς τ̣[ὸ λ]ο̣ι̣π̣ὸν διαφυ-
[λ]άσσειν τὸν δῆμον τὴμ πρὸς αὐτὸμ φιλίαν, παρα̣π̣λ̣ή̣σ̣ια δὲ καὶ ὁ πρεσβε[υ]-
40 [τ]ὴ̣ς Ἡγέστρατος ἐνεφάνισεν ὑπὲρ τῆς̣ ε̣ὐ̣[νοί]α̣ς̣, ἣν ἔχει ὁ βασιλεὺς εἰς τὴμ̣
[π]όλιν· δεδόχθαι τῶι δ̣ή̣μ̣ω̣ι̣ τ̣ὸ̣μ̣ μ̣[ὲν] β̣α̣σ̣ι̣λέα Πτολεμαῖον ἐπηινῆσθαι, δ[ιότι]
ἐ̣μ παντὶ καιρ̣[ῶι τ]ὴ̣ν̣ αὐ̣τ̣ὴν αἵρεσιν ἔ[χ]ει περὶ τῶν συμφερόντων τῆι πόλε[ι· ἵνα]
δ̣ὲ κ[αὶ εἰς τ]ὸ λοιπὸν ὁ δῆμος φαίνηται πρόθυμον αὑτὸμ παρεχόμενος τῶι τ[ε]
[υἱῶι κ]αὶ αὐτῶι, παρακεκλῆσθαι μὲν τοὺς πολίτας ἅπαντας καὶ ἔνορκον αὐ-
45 [τ]ο̣ῖς εἶναι διαφυλάξειν τὴμ φιλίαν καὶ τὴν συμμαχίαν τὴν ὑπάρχουσαν
[τ]ῆι πόλει πρὸς τὸμ βασιλέα Πτολεμαῖον καὶ τοὺς ἐκγόνους αὐτοῦ τὸν ἀεὶ
χ̣ρόνον· ὀμνύειν δὲ καὶ τοὺς ἐφήβους τοὺς ἀεὶ γινομένους, ἐπειτὰν̣ ἐ̣π̣[ικ]ο̣[σ]-
[μ]ηθ̣έντες καὶ τὰ νομιζόμενα συντελέσαντες ἀπολύωνται ἐκ τοῦ γυμν̣[α]-
σίου ἐμμενεῖν τοῖς ὑπὸ τοῦ δήμου κυρωθεῖσιν καὶ διατηρήσειν τὴμ φιλία[ν]
50 [κ]αὶ τὴν συμμαχίαν τὴμ πρὸς τὸμ βασιλέα Πτολεμαῖον καὶ τοὺς ἐκγόν̣[ους]
[α]ὐτοῦ.  ὅπως δὲ εἰς ἅπαντα τὸγ χρόνον μνημονεύηται ἡ τοῦ βασιλέως πρὸς τὴμ π̣[όλιν]
[αἵρ]ε̣σις καὶ ἡ τοῦ δήμου πρὸς τὸμ βασιλέα εὔνοια, ἀναγράψαι τὸ ψήφισμα τόδε κα[ὶ]
[τὴ]ν̣ ἐπιστολὴν εἰς στήλην λιθίνην καὶ στῆσαι εἰς τὸ ἱερ[ὸ]ν̣ τοῦ Ἀπόλλωνος παρὰ τὴ̣[ν]
[εἰκόν]α τὴμ Πτολεμαίου τοῦ θεοῦ καὶ σωτῆρος· τὴν δ’ ἐργασίαν τῆς στήλης
55 [κα]ὶ τὴν ἀναγραφὴν τοῦ ψηφίσματος καὶ τῆς ἐπιστολῆς ἀπομισθῶσαι τοὺς
[τ]ε̣ιχοποιούς, τὸ δὲ ἀνάλωμα δοῦναι τοὺς ἡιρημένους ἐπὶ τῆι φυλακῆι ἐ̣κ̣ τῶν̣
[τ]ε̣ιχοποϊκῶν· κομίζειν δὲ τῶι βασιλεῖ τὸ ψήφισμα τοὺς πρέσβεις τοὺς πρότερ[ον]
[α]ἱρεθέντας ὑπὸ τοῦ δήμου.  ἔδοξε τῶι δήμωι καὶ εἰς λεύκωμα ἀναγράψ[αι]
τ̣ὸ ψήφισμα.
Search Help