Decree of demos establishing isopolity with another city (name lost); III?: *Milet I 3, 144A (see 21).  
[ ] Milet I 3, 144A (see 21)
1 [— ἵνα δὲ τὰ δόξαντα τοῖς δήμοις περὶ τῆς εἰς αὑ]-
[τοὺς φιλανθρωπίας διαμνημονεύηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγράψαι τὰ]
[ψηφίσματα εἰς στήλην λιθίνην καὶ ἀναθεῖναι] εἰς τὸ ἱερὸν τοῦ Ἀπόλλ[ωνος]
[τοῦ Δελφινίου.  τῆς δὲ κατασκευῆς τῆς στήλης καὶ] τῆς ἀναγραφῆς τῶμ [ψηφι]-
5 [σμάτων ἐπιμεληθῆναι τοὺς τειχοποιοὺς μετὰ τοῦ ἀ]ρ̣χιτέκτονος· εἰς δὲ ταῦτα
[ὑπηρετῆσαι τοὺς ἐπὶ τῆς δημοσίας τρα]π̣έζης [ἀπὸ τῶν εἰς τὰ τειχοπο]-
[ικὰ ἐξειρημένων.  ἵνα δὲ ἕκαστα γίνηται μετὰ τ]ῆ̣ς τῶν [θεῶν εὐμενείας, τὸμ]
[μὲν προφήτην καὶ τὸν ταμίαν τὸμ παρεδρεύοντα ἐ]ν τῶι ἱερ[ῶι θυσίας καὶ]
[προσόδους ἱερῶν ποιήσασθαι τῶι τε Ἀπόλ]λωνι τῶ[ι Διδυμεῖ καὶ τῶι Διὶ]
10 [τῶι Σωτῆρι, τὸν δὲ στεφανηφόρον μετὰ τῶμ προ]σεταίρ[ων τῶι Ἀπόλλωνι]
[τῶι Δελφινίωι, ἐπευχομένους συνενεγκεῖν τὰ ἐψ]ηφισμέ[να ταῖς πόλεσιν]
[ἀμφοτέραις· τοὺς δὲ πρεσβευτὰς καλέσαι] εἰς τὸ π̣[ρυτανεῖον· τῆς δὲ]
[ἀποστολῆς τῶν πρεσβευτῶν ἐπιμεληθῆναι το]ὺς πρυ[τάνεις καὶ τοὺς ἡι]-
[ρημένους ἐπὶ τῆι φυλακῆι].
Search Help
Contact Us