Honorary decree of Apollonia ad Rhyndacum for Miletos; IIm: *Milet I 3, 155 (PH); **Wilhelm, MDAI(A) 39, 1914, 187 (ll. 22-3); **Holleaux, Etudes II 116, note 1 (ll. 25-7).  
[ ] Milet I 3, 155
1 vacat ὁ δῆμος ὁ Ἀπολλωνιατῶν τῶν πρὸς
vacat τῶι Ῥυνδάκωι
vacat τὸν δῆμον
vacat τὸν Μιλησίων.
5 [ἔ]δοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· οἱ ἄρχοντες εἶπαν· ἐπεὶ πεμ-
φθείσης πρεσβείας πρὸς τὸν δῆμον τὸν Μιλησίων περὶ τοῦ ἀνα-
νεώσασθαι τὴν ὑπάρχουσαν πρὸς αὐτὸν τῶι δήμωι ἡμῶν
διὰ τὴν ἀποικίαν συγγένειαν Μιλήσιοι διακούσαντες
τῶν πρεσβευτῶν μετὰ πάσης εὐνοίας καὶ ἐπισκεψάμενοι
10 τὰς περὶ τούτων ἱστορίας καὶ τἆλλα ἔγγραφα ἀπεκρίθησαν
τὴν πόλιν ἡμῶν ἐπὶ τῆς ἀληθείας γεγενῆσθαι ἄποικον
τῆς ἑαυτῶν πόλεως διαπραξαμένων τῶν προγόνων,
κ̣αθ’ οὓς καιροὺς ἐκπέμψαντες στράτευμα καὶ εἰς τοὺς
[κ]ατὰ τὸν Ἑλλήσποντον καὶ τὴν Προποντίδα τόπους
15 κρατήσαντες δόρατ<ι> τῶν ἐνοικούντων βαρβάρων κα-
τώ<ι>κισαν τάς τε ἄλλας Ἑλληνίδας πόλεις καὶ τὴν ἡμετέραν κα-
θηγησαμένου τῆς στρατείας Ἀπόλλωνος Διδυμέως· διὸ ἀπο-
δεδεγμένων αὐτῶν ἐκτενῶς καὶ φιλαγάθως τόν τε δῆμον
ἡμῶν καὶ τοὺς πρεσβευτὰς καλῶς ἔχον ἐστὶν καὶ τῶι ἡμετέ-
20 ρωι δήμωι τῶι τε Ἀπόλλωνι τῶι Διδυμεῖ ἀπονεῖμαι τὰ προσ-
[ή]κοντα χαριστήρια, συναύξειν δὲ καὶ τὰς τῶν πατρώιων̣
[θεῶ]ν τιμάς τε καὶ θυσίας, τιμῆσαι δὲ καὶ Μιλησίους ταῖς ἁρ̣-
[μοζο]ύσαις τιμαῖς, πένψαι δὲ καὶ πρεσβευτὰς τοὺς ἐπιτ-
[ελοῦντας ἐκε]ῖ πάντα τῶι δήμωι καὶ ὑποδείξοντας Μι-
25 [λησίοις περὶ τῆς τοῦ δήμου]
π̣ρὸς αὐτοὺς εὐνοίας· ἀγα-
[θῆι τύχηι· δεδόχθαι Ἀπολλωνιατῶν] τῶν πρ̣ὸ̣ς̣ τ̣ῶ̣ι̣ Ῥ[υν]]-
[δάκωι τῶι δήμωι —]
{²Many lines}²
Search Help
Contact Us