Decree of Mylasa establishing isopolity with Miletos; 209/8*** BC: Milet I 3, 146B; *Staatsverträge III 539II; IMylasa II T51.B; (see 38).  
[ ] Staatsverträge III 539II
59 ἔδοξε τῆι βουλῆι καὶ τῶι δήμωι· γνώμη ἀρχόντων εἰσγραψαμένω̣[ν]
60 αὐτῶν· ἐπειδὴ Μιλήσιοι φίλοι καὶ οἰκεῖοι ἐξ ἀρχῆς ὑπάρχοντες τοῦ̣ δή̣-
μου πᾶσαν σπουδὴν καὶ ἐ̣π̣ιμέλειαν δι[α]τελοῦσιν τῆς πόλεως ποιού-
μενοι οὐθένα καιρὸν παραλείποντες τῶν εἰς τὸν δῆμον χρησίμων· ὅπω̣[ς]
οὖν καὶ Μυλασεῖς φαίνωνται τήν τε οἰκειότητα καὶ τὴν φιλίαν τὴν
ὑπάρχουσαν ταῖς πόλεσιν ἀμφοτέραις ἐπαύξοντες καὶ τῶμ παρ’ αὐ-
65 τοῖς τιμίων τε καὶ ἐνδόξωμ μετάδοσιμ ποιούμενοι Μιλησίοις, ἀγαθῆι
τύχηι· δεδόχθαι Μυλασεῦσιν· ἐπη<ι>νῆσθαι τὸν δῆμον τὸμ Μιλησίων εὐ̣-
νοίας καὶ φιλοστοργίας ἕνεκα τῆς πρὸς τὴμ πόλιν καὶ δεδόσθαι πᾶσι Μι̣-
λησίοις πολιτείαν καὶ μετουσίαν ἱερῶν καὶ τῶν λοιπῶν ἁπάντων, ὧγ̣
καὶ Μυλασεῖς μετέχουσιν, καὶ ἔφοδον ἐπὶ τὴμ βουλὴν πρώτοις μετὰ τὰ ἱ[ε]-
70 ρά· καλεῖσθαι δὲ Μιλησίους καὶ εἰς προεδρίαν ἐν ἅπασι τοῖς ἀγῶσι τοῖς
ὑπὸ τοῦ δήμου συντελουμένοις· ὅπως δὲ τὰ ἐψηφισμένα ὑπὸ τοῦ δήμου
τίμια μνημονεύηται εἰς τὸν ἀεὶ χρόνον, ἀναγρὰψαι τόδε τὸ ψήφισμα ἐ[ν]
τοῖς ἱεροῖς τῶι τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τοῦ Διὸς τοῦ Λαβραύνδου. ἵνα δ[ὲ]
ἕκαστα γίνηται μετὰ τῆς τῶν θεῶν εὐμενείας, τὸμ μὲν στεφανηφόρον
75 μετὰ τοῦ ἱέρεω τῆι Ἑστίαι θῦσαι καὶ τὸν ἱερέα τοῦ Ἀπόλλωνος τοῦ Διδυμέ-
ως καὶ τοὺς ἱερεῖς τόν τε τοῦ Διὸς τοῦ Ὀσογῶ καὶ τὸν τοῦ Διὸς τοῦ Λα-
βραύν̣-
δου προσαγαγεῖν θυσίαν τοῖς θεοῖς καὶ εὐχὰς ποιήσασθαι συνενεγκεῖν̣
ταῖς πόλεσιν ἀμφοτέραις τὰ ἐψηφισμένα· τοὺς δὲ ταμίας τελέσαι τὸ ἀ-
80 ν̣άλωμα εἰς ταῦτα ἐκ τῶν κοινῶν προσόδων· ἑλέσθαι δὲ καὶ πρέσβεις,
οἵτινες ἀφικόμενοι εἰς Μίλητον καὶ ἐπελθόντες ἐπὶ τὴμ Β̣ο̣υ̣λὴν καὶ τὸν̣
δῆμον τήν τε οἰκειότητα τὴν ὑπάρχου̣σαν ταῖς πόλεσι[ν ἀν]α̣νεώσον-
ται καὶ τὴμ παρὰ τοῦ πλήθους εὔνοιαν ἐμφανιοῦσιν̣ Μιλησίοις, ἣν ἔχει
πρὸς αὐτοὺς, καὶ παρακαλέσουσιν φίλους καὶ οἰκείους ὑπάρχοντας
τοῦ δήμου διὰ προγόνων καὶ αὐτοὺς περιποιεῖν τῆι πόλει πάντα τὰ εἰς̣
85 τιμὴν καὶ δόξαν ἀνήκοντα δηλοῦντας, ὅτι καὶ ὁ δῆμος οὐθὲν ἐλλείψε[ι]
[σπο]υ̣δῆς τε καὶ φιλοτιμίας περὶ τῶν συμφερόντων ἀμφοτέραις ταῖς πό̣-
[λεσ]ιν· προσαγαγέτωσαν δὲ καὶ οἱ πρέσβεις ἐμ Μιλήτωι μετὰ τοῦ στε-
[φα]ν̣ηφόρου θυσίαν τῶι Ἀπόλλωνι καὶ εὐχὰς ποιησάσθωσαν ὑπὲρ ὁμο̣-
[νο]ίας καὶ σωτηρίας τῶμ πόλεων ἀμφοτέρων.  πρέσβεις ἡιρέθησαν·
90 Διονύσιος Ἰάσονος τοῦ Διονυσίου, Ἀπολλώνιος Ἱεροκλείους,
Ἀμύντωρ Ἀρηϊφίλου.
Search Help