Decision of Molpoi concerning cults of Apollo Delphinios
and others; cut in II: Wilamowitz, SDAW 1904, pp. 619-640 (PH);
*Milet 1 3, 133 (PH, partial); Syll3 57; Vollgraff, Mnemosyne 46,
1918, pp. 415-427; SEG 4, 427; Sokolowski, LSAM no. 50; SEG 15,
682; Gödecken, ZPE 66, 1986, 217-218 (non vidi); Robertson,
Phoenix 41, 1987, 359-378 (non vidi); SEG 36, 1050.
[ ]
Milet I 3, 133
| 1 | ἐπὶ Φιλτέω το͂ Διονυσίο μολπῶν αἰσυμνῶντος, προσέταιροι ἦσαν Οἰνώ- |
| πων Ἀγαμήδης Ἀριστοκράτεος, Ὁπλήθων Λύκος Κλέαντος, | |
| Βίων Ἀπολλοδώρο, Βωρ<έ>ων Κρηθεὺς Ἑρμώνακτος, Θράσων Ἀν- | |
| τιλέοντος. ἔδοξε μολποῖσιν τὰ ὄργια ἀναγράψαντας θεῖναι ἐς | |
| 5 | τὸ ἱερὸν καὶ χρῆσθαι τούτοισιν. καὶ οὕτωι τάδε γραφθέντα ἐτέ- |
| θη. Ἑβδομαίοισι· τῆι ὀγδῶι ΑΠΟΛΕΙΚΑΙΤΑ ἱερὰ ἢ σπλάγχνα σπείσοσι μολπῶν | |
| αἰσυμνήτης· ὁ δὲ αἰσυμνήτης καὶ {ο} προσέταιρος προσαιρε͂ται, ὅταν οἱ | |
| κρητῆρες πάντες σπεσθέωσι καὶ παιωνίσωσιν· τῇ δὲ ἐνάτῃ [⁵³καὶ ἀπὸ | |
| τῆς ὀσφύος καὶ τῆς πεμπάδος, ἣν ἴσχοσιν στεφανηφόροι, | |
| 10 | τούτων προλαγχάνει τὰ ἰσε͂α ὁ νέος.]⁵³ ἄρχονται θύειν τὰ ἱερῆα |
| ΑΡΧΟ ἀπὸ τούτων Ἀπόλλωνι Δελφινίωι· καὶ κρητῆρες κιρνέαται κατό- | |
| περ ἐμμολπῶ<ν> καὶ παιὼν γίνεται, ὁ δὲ ἐξιὼν αἰσυμνήτης ἀπὸ τῶν ἡμίσε- | |
| ων θύει Ἱστίηι [⁵³καὶ κρητῆρας σπενδέτω αὐτὸς καὶ παιωνιζέτω]⁵³· τῆι δεκά- | |
| τηι ἁμιλλητήρια, καὶ δίδοται ἀπὸ μολπῶν δύο ἱερῆιια τοῖσι στεφανηφό- | |
| 15 | ροισιν τέληα, καὶ ἔρδεται Ἀπόλλωνι Δελφινίωι, καὶ ἁμιλλῶνται οἱ στε- |
| φανηφόροι οἵ τε νέοι καὶ ΟΙΕΡΕΩ, καὶ οἶνον πίνοσι τὸμ μολπῶν, καὶ κρητῆρες | |
| σπένδονται κατόπερ ἐμμολπῶ<ν>· ὁ δὲ ἐξιὼν αἰσυμνήτης παρέχει ἅπερ ὁ | |
| Ὀνιτάδης καὶ λαγχάνει ἅπερ ὁ Ὀνιτάδης. ὅταν στεφανηφόροι ἴωσιν ἐς | |
| Δίδυμα, ἡ πόλις διδοῖ ἑκατόνβην τρία ἱερῆιια τέλεια· τούτων ἓν θῆλυ, ἓν | |
| 20 | δὲ ἐνορχές. ἐς μολπ<ῶ>ν ἡ πόλις διδοῖ Ταργηλίοισιν ἱερ<ῆι>ον τέλειον καὶ Μεταγε[ι]- |
| τνίοισιν ἱερ<ῆι>ον τέλειον, Ἑβδομαίοισιν δὲ δύο τέλεια καὶ χο͂ν τὸμ παλαιὸν ὁ[ρ]- | |
| τῆς ἑκάστης· τούτοισι τοῖς ἱεροῖσιν ὁ βασιλεὺς παρίσταται, λαγχάνει δὲ | |
| οὐδὲν πλῆον τῶν ἄλλων μολπῶν. [⁵³καὶ ἄρχονται οἱ στεφανηφόροι Ταυρεῶ- | |
| νος θύειν Ἀπόλλωνι Δελφινίωι ἀπὸ τῶν ἀριστερῶν ἀπαρξάμενοι, καὶ ΚΡΗΤΗ | |
| 25 | ΡΙΣΑΣ τέσσερας]⁵³. καὶ γυλλοὶ φέρονται δύο, καὶ τίθεται παρ’ Ἑκάτην τὴν πρόσθεν |
| πυλέων ἐστεμμένος καὶ ἀκρήτω κατασπένδετε, ὁ δ’ ἕτερος ἐς Δίδυμα ἐπὶ | |
| θύρας τίθεται· ταῦτα δὲ ποιήσαντες ἔρχονται τὴν ὁδὸν τὴν πλατεῖαν μέχρι | |
| ἄκρο, ἀπ’ ἄκρο δὲ διὰ δρυμο͂. καὶ παιωνίζεται πρῶτον παρ’ Ἑκάτῃ τῇ πρόσθεν πυ- | |
| λέων, παρὰ Δυνάμει, εἶτεν ἐπὶ λειμῶνι ἐπ’ ἄκρο παρὰ Νύμφαις, εἶτεν παρ’ Ἑρμῇ Ἐν- | |
| 30 | κελάδο, παρὰ Φυλίωι, κατὰ Κεραιΐτην, παρὰ Χαρέω ἀνδριᾶσιν. ἔρδεται δὲ τῶι παν- |
| θύωι ἔτει παρὰ Κεραιΐτηι δαρτόν, παρὰ Φυλίωι δὲ θύα θύεται πάντ’ ἔτεα. Ὀνιτά- | |
| δηισι πάρεξις κεράμο, σιδήρο, χαλκο͂, ξύλων, ὔδατος, κύκλων, δαίδος, ῥιπῶν | |
| κρέα ἐπιδιαιρε͂ν, φαλαγκτηρίων, δεσμῶν τοῖς ἱερηίοισιν. [⁵³παρὰ στεφανη- | |
| φόρους | |
| 35 | λύχνον καὶ ἄλειφα]⁵³. ὄπτησις σπλάγχνων, κρεῶν ἕψησις, τῆς ὀσφύος καὶ |
| τῆς πεμπάδος, ἣν στεφανηφόροι ἴσχοσιν, ἕψησις καὶ διαίρεσις, καὶ μοίρης λά- | |
| ξις. [⁵³ἐπιπέσσεν τὰ ἔλατρα ἐξ ἡμεδίμνο τὠπόλλωνι πλακόντινα, τῆι Ἑκά- | |
| τηι δὲ χωρίς]⁵³. γίνεται Ὀνιτάδηισιν ἀπὸ μολπῶν ὀσφύες πᾶσαι ἐκτὸς ὧν οἱ | |
| στεφανηφόροι ἴσχοσιν, δέρματα πάντα, θυαλήματα τρία, ἀπ’ ἱερήο ἑκάστο, [⁵³θύ- | |
| ων τὰ περιγινόμενα, οἶνον τὸν ἐν τῶι κρητῆρι περιγινόμενον,]⁵³ | |
| 40 | πεμπὰς τῆς ἡ- |
| μέρης. [⁵³ὅτι ἂν τούτων μὴ ποιῶσιν, Ὀνιτάδαι, ἔαδε μολποῖσιν ἐπὶ Χαροπίνο στε- | |
| φανηφόρος ἀπὸ τῶν Ἰστιηίων παρέχεν· ὅτι δ’ ἂν Ὀνιτάδαι χρηιίζωσιν ἔαδε μολποῖ- | |
| σι στεφανηφόροισιν ἐπιτετράφθαι.]⁵³ | |
| [⁵³τῶι κήρυκι ἀτελείη ἐμμολπῶ<ν> πάντων καὶ λάξις σπλάγχνων ἀπὸ θυῶν ἑκασ- | |
| τέων καὶ οἴνο φορὴ ἐς τὰ ψυκτήρια τέλεσι τοῖς ἑωυτο͂, ὁ δ’ οἶνος ἀπὸ μολπῶ<ν> γίνεται]⁵³. | |
| 45 | [⁵³τῶι ὠιδῶι δεῖπνον παρέχει ὁ ἱέρ<ε>ως, ἄριστον δὲ ὡισυμνήτης]⁵³. |