Fragment of decree (or oracle?) concerning festivals of
Artemis Boulephoros Skiris; III2: RA 1874, pp. 104-105; Syll42
660; *Milet I 2 p. 117 (PH, partial); Haussoullier, RPh 44, 1920,
pp. 289-292; **Sokolowski, LSAM no. 47 (ll. 14-5); SEG 15, 680;
Fontenrose no. 8.
| 1 | τ[ῆι θεῶι] κ[εχαρι]σμένω[ς ἕξ]ει κ[αὶ τῶι] δήμωι συμφερό[ν- |
| τως καὶ νῦγ καὶ εἰς τὸν ἔπειτε χρόνον συντελοῦντ[ι] | |
| τ[ὰ]ς ἀγέρσεις Ἀρτέμιδι Βουληφόρωι Σκιρίδι καθότι Σκιρ[ί]- | |
| δαι ἐξηγούμενοι εἰσφέρουσι ἢ καθότι νῦγ γίνεται· ἃ δὲ | |
| 5 | [ἂ]ν ὁ θεὸς θεσπίσῃ οἱ μὲν θεοπρόποι εἰσαγγειλάτωσαν |
| εἰς ἐκκλησίαν, ὁ δὲ δῆμος ἀκούσας βουλευσάσθω, ὅπως | |
| πάντα πραχθήσεται ἀκολούθως τῆι τοῦ θεοῦ συμβουλ[ί]- | |
| [αι]. θεοπρόποι ηἱρέθησαν Φείδιππος Ποσειδωνίου, | |
| [Α]ὐτομήδης Ἐλπήνορος, Λάμπις Λαμπίτου, Λίχας | |
| 10 | [Ἑρ]μοφάντου. ὁ δῆμος ὁ Μιλησίων ἐρωτᾶι πότε- |
| [ρον] τῆι θεῶι κεχαρισμένον ἕξει καὶ τῶι δήμωι συμ- | |
| [φε]ρόντως ἔσται καὶ νῦγ καὶ εἰς τὸν ἔπειτα χρόνον | |
| [συ]ντελοῦντι τὰς ἀγέρσεις Ἀρτέμιδι Βουλη- | |
| [φόρωι Σκιρίδι καθότι Σκιρίδαι ἐξηγοῦνται ἢ καθό]- | |
| 15 | [τι νῦγ γίνεται. ὁ θεὸς ἔχρησε —] |