Honorary decree of Leros for Aristomachos Dromonos; 107 BC:
Oikonomopoulos, Leriaka 153-6; *Paton, CR 8, 1894, 376-7;
Fontrier, BCH 19, 1895, 550-2; Buerchner, MDAI(A) 21, 1896, 33-6,
no. 1; **IIsolMil 2 (PH) (ll. 5, 13, 27, 30-2, 34).
| 1 | ἐπὶ στεφανηφόρου Σωσιστράτου |
| μηνὸς Μεταγειτνιῶνος εἰκάδι· | |
| ἔδοξε Λερίων τοῖς κατοικοῦσιν | |
| ἐν Λέρῳ· Μενεκράτης Ἐπιγόνου, | |
| 5 | Ἡράκλειτος Τιμέου, Φιλιστίδη[ς] |
| Ἀριστοβούλου εἶπαν· ἐπειδὴ | |
| Ἀριστόμαχος Δρόμωνος κατο[ι]- | |
| [κ]ῶν ἐν τῇ νήσῳ ἐκ πλείονος χρό- | |
| [νο]υ τήν τε ἀναστροφὴν πεποίη- | |
| 10 | ται μετὰ πάσης εὐταξίας, ἐργα- |
| ζόμενός τε τὴν κατὰ θάλασσαν | |
| ἐργασίαν εὔχρηστον ἑαυτὸν πα- | |
| ρέχεται πρὸς πάντας̣, ὧν ἄν τι[ς] | |
| χρήαν ἔχων τυνχάνῃ· ὅπως οὖν κα[ὶ] | |
| 15 | ὁ δῆμος φαίνηται χάριν καὶ τιμὴ[ν] |
| ἀπονέμων τοῖς τοιούτοις, δεδό- | |
| χθαι Λερίοις τοῖς κατοικοῦσιν ἐν | |
| Λέρῳ Ἀριστόμαχον μὲν ἐπῃνῆσ- | |
| θαι καὶ εἶναι ἐν ἐπιμελείᾳ παρὰ τῷ | |
| 20 | πλήθε̣ι· δεδόσθαι δὲ αὐτῷ καὶ ἱ[ε]- |
| ρῶν μετουσίαν καὶ τῶν λοιπῶν | |
| πάντων ὧν καὶ Λερίοις μέτεστιν· | |
| ἵνα δὲ φανερὰ διαμένῃ ἥ τε Ἀρισ- | |
| τομάχου προαίρεσις καὶ ἡ τ[οῦ] | |
| 25 | δήμου εὐχαριστία, τὸ ψήφισμ[α] |
| τόδε ἀναγράψαι εἰς στήλην [λι]- | |
| θίνην καὶ ἀναθεῖναι εἰς τὸ ἱερὸ[ν] | |
| τῆς Παρθένου, τὸ δὲ ἐσόμενον | |
| εἰς ταῦτα ἀνάλωμα ὑπηρετῆσ[αι] | |
| 30 | τοὺς χρυσονόμους καὶ ἐν̣γράψ̣α[σ]- |
| θαι εἰς τὸν λόγον, τὸν δὲ γραμματέ- | |
| α παραλαβόντα τόδε ψήφισμα ἀ- | |
| ναγράψαι εἰς τὰ δημοσία καὶ δια- | |
| φυλάσ[σ]ειν μετὰ τῶν ἄλλων γραμμάτων. |