Honorary decree of Leros for Aristonikos; II: Sakkelion, AE
I 1862 B’, coll. 260-1, no. 229; *IIsolMil 4 (PH).
| 0 | {²Beginning lost}² |
| [— ἐπηινῆσθαι Ἀριστό]- | |
| [νικ]ον ἐπὶ τῆι π̣ρὸς τὸν̣ δῆ̣[μον] εὐ̣νοίᾳ καὶ εἶνα[ι] | |
| [αὐ]τὸν ἐν ἐπιμελείαι παρὰ τῶ̣ι δ[ή]μ[ωι], ὑ̣πάρ- | |
| χ̣ειν δὲ αὐτῶι καὶ ἱερῶν μετουσ̣ίαν αὐτῶι | |
| 5 | καὶ ἐκγόνοις, ὧν καὶ Λερ̣[ί]οις μέτε̣στι· ἵνα δὲ φα̣- |
| νε̣ρὰ διαμένηι ἥ τε Ἀρ̣ιστονίκου προαί̣[ρ]εσις | |
| καὶ ἡ τοῦ δήμου εὐχ̣α̣ριστία, τὸ ψήφισμα | |
| τόδε ἀναγράψαι εἰς στήλην λιθίνην καὶ | |
| ἀναθε͂ιναι εἰς τὸ ἱε̣ρὸν τῆς Παρθένου· τὸ δὲ̣ | |
| 10 | εἰς ταῦτα ἐσόμενον ἀνάλωμα δοῦναι vacat |
| τ̣οὺς χρυσονόμους καὶ ἐγγράψασθαι̣ εἰς τὸν | |
| κ̣οινὸν λόγον, τὸν δὲ γραμματέ<α> παραλαβόν- | |
| τ̣α διαφυλάσ<σ>ειν μετὰ τῶν ἄλλων γραμμά- | |
| τ̣ων. vacat |