Funerary inscription in elegiacs for Zosimos Nikomachou;
II/I; found at Aridsa: Fontrier, MDAI(A) 12, 1887; Peek, GVI
1129; *IEry 304.
[ ]
IEry 304
1 | οὐ νῆας —— τί δέ μοι ν[αῦς] αἰτίη; —— οὐδὲ θάλασσαν |
μέμφομαι· ἐκ [πε]λάγους δ’ ἔκφυγον εἰς λιμένα· | |
ἄνκυραν καὶ πεῖσμα καθήρμοσα καὶ τὸν ἐς Ἅδην | |
ὅρμον νυκτιμανο͂υς ἦλθον ἀπαρκιέω | |
5 | πυκνῇσιν μάστιξιν ἐλώμενος· ἁ δ̣ὲ τάλαινα |
θρεψαμένα σποδιὴν εἰς πόλιν ἀγάγετο· | |
Ζώσιμον αἰάζεις Καλλίστιον, ὃν προγένηον | |
ἀρτίχνουν γενέτᾳ πάρθεο Νεικομάχωι. |