Decrees of boule and demos [of Erythrai?] concerning statue of tyrannicide; IV/II, reinscribed c. 275/200 BC; found on Chios, prob. from Erythrai: Kirchhoff, Monatsb. Berl. Akad. 1863, 265-8; Hicks 126; Hicks & Hill 159; Syll3 284; *IEry 503; Heisserer, Hesperia 48, 1979, 281-293; SEG 29, 1129.  
[ ] IEry 503
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ζωίλος Χιά-
δου εἶπεν· ἐπειδὴ οἱ ἐν τῆι ὀλιγαρχίαι τῆς εἰ-
κόνος τῆς Φιλίτου τοῦ ἀποκτείναντος
τὸν τύραννον τοῦ ἀνδριάντος ἐξεῖλον
5 τὸ ξῖφος, νομίζοντες καθόλου τὴν στάσιν
καθ’ αὑτῶν εἶναι· ὅπως ἂν ὁ δῆμος φαίνηται
πολλὴν ἐπιμέλειαν ποιούμενος καὶ μνημο-
νεύων ἀεὶ τῶν εὐεργετῶν καὶ ζώντων
καὶ τετελευτηκότων, ἀγαθῆι τύχηι δεδόχθαι
10 τῆι βουλῆι καὶ τῶι δήμωι· τοὺς ἐξεταστὰς το[ὺ]-
ς ἐνεστηκότ[α]ς ἐγδοῦναι τὸ ἔργον διαστολὴν
ποιησαμένους μετὰ τοῦ ἀρχιτέκτονος, καθ’ ὅτι
συντελεσθήσεται ὡς πρότερον εἶχεν· ὑπηρετε[ῖ]ν
δὲ αὐτοῖς τὸγ κατὰ μῆνα ταμίαν. ὅπως δὲ καθαρὸς
15 ἰοῦ ἔσται ὁ ἀνδριὰς καὶ στεφανωθήσεται ἀεὶ ταῖς
νουμηνίαις καὶ ταῖς ἄλλαις ἑορταῖς, ἐπιμελεῖσθαι
τοὺς ἀγορανόμους.
ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Ζωίλος Χιάδου
εἶπεν· ἐπειδὴ ἐν τῶι πρότερον ψηφίσματι προσε-
20 τάχθη τῶι ἀγορανόμωι ἐπιμελεῖσθαι τῆς εἰκόνος
τοῦ ἀνδριάντος τοῦ Φιλίτου, ὅπως στεφανω-
θήσεταί τε καὶ λαμπρὸς ἔσται, ὁ δὲ ἀγορανόμος
φησὶν εἰς ταῦτα πόρου δεῖσθαι, ἀγαθῆι τύχηι
δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· τὸ μὲν καθ’ ἕ-
25 τος εἰς ταῦτα διδόναι τὸ ἀνάλωμα τοὺς
[κα]τὰ μῆνα ταμίας, ἐπιμελεῖσθαι δὲ τὸν
[ἀγορα]νόμον· εἰς δὲ τὸν λοιπὸγ χρόνον οἱ [ἀ]-
[γορανόμο]ι πωλοῦντες τὰς ὠνὰς προστι[θέ]-
[τωσαν τὴν πο][ησιν] τῶν στεφά[νων]
30 [—]τε[—]
Search Help