Honorary decree of demos (of Erythrai) for strategoi Athen[ ... ] et al.; c. 270/260 BC; found at Erythrai: LW 1536; Syll43 442; *IEry 29.  
[ ] IEry 29
1 [ἔδοξεν τῶι] δήμῳ· στρατηγῶν, πρυτάνε[ων, ἐξεταστῶν]
[γνώμη· ἐ]πειδὴ οἱ στρατηγοὶ οἱ στρατηγήσαν[τες ἐπὶ ἱερο]-
[ποιοῦ Ἀπολ]λοδώρου τὴμ μέσην τετράμηνον, Ἀθην[—]
δος, Φίλων Ἡροσῶντος, Βοττᾶς Βοττᾶδος, Ἄλυπ[ος —]
5 νος, Ἐπαμείνων Ἐπαμείνονος, Ἀριστομένης Διονυσίο[υ, Διο]-
τρέφης Ἡρακλείτου, [—]μας Ἀριστάρχου, Μητρόδωρος Θ[—]
μου, τά τε κατὰ τὴν ἀρχὴν καλῶς καὶ ἐνδόξως διώικησαν, [καὶ τοῦ πο]-
λέμου περιστάντος τὴν πόλιν καὶ τὴν χώραν ἐκτενεῖς κα[ὶ προθύ]-
μους αὑτοὺς παρέσχοντο πρὸς τὴν τῆς πόλεως φυλακ[ήν, οὐδένα οὔ]-
10 τε φόβον οὔτε κίνδυνον ὑποστελλόμενοι, προθύμως δὲ ἑα[υ]-
τοὺς ἐπιδιδόντ<ε>ς εἰς τὸ καὶ λέγειν καὶ πράττειν τὰ τῆι πόλ[ει]
συμφέροντα, δι’ ο[ὗ] τὴν δημοκρατίαν συνδιετήρησαν τῶι [δή]-
μωι καὶ τὴν πόλιν ἐλευθέραν παρέδωκαν τοῖς μεθ’ αὑτοὺς ἄ[ρ]-
[χ]ουσιν, ἔν τε τοῖς ἄλλοις ἀνεύθυνοι καὶ ἀνέγκλητοι γεγόν[α]-
15 [σι]ν· τύχηι ἀγαθῆι, δεδόχθαι τῶι δήμωι, ἐπαινέσαι τούς στ[ρα]-
[τη]γοὺς τοὺς στρατηγήσαντας ἐπὶ ἱεροποιοῦ Ἀπολλοδώρου
[τὴ]ν δευτέραν τετράμηνον ἐπὶ τοῖς διωικημένοις κατὰ τὴν
[ἀ]ρχήν, καὶ στεφανῶσαι ἕκαστον αὐτῶν χρυσῶι στεφάνωι
[ὑπ]άρχει[ν δ]ὲ αὐτο[ῖς καὶ προε]δ[ρίαν ἐ]μ πᾶσι τοῖς ἀγῶσιν τοῖς ὑ-
20 [πὸ τῆς πόλεως συντελουμένοις· ἀναγρά]ψαι δὲ καὶ τὸ ψήφισμα
[τόδε —]
Search Help
Contact Us