Lease on public land formerly belonging to son of Kleitophon, with boundaries; c. 290 BC; found at Ephesos: Benndorf, Fs. Kiepert 250-257; Benndorf, JÖAI 2, 1899 Beibl. 15-36; Michel 1353; SGDI III 2 no. 5597; FiE I pp. 17-18; Syll43 936 note and 1182; Schwyzer, DGEEP 709; Maier I 71; *IEph 3 (PH).  
[ ] IEph 3
1 [—]επ̣ω̣[—]λ̣ο̣[—]ν.
[μισθ]οῦμεν τὴ[ν γῆν δ]ημ[οσί]αν, ἥτις ἦν τῶν παίδων τῶν Κλει[το]-
[φῶ]ντος, καθ’ ἅσσα ἐν[έμοντ]ο.  ἐξαιρούμεθα παρὰ θάλασσαν ὁδὸν πόδας
[ε]ἴ̣κοσι ἀποτέμνοντες ἀπὸ̣ τῆς γῆς, πλάτος πόδας εἴκοσι εἰς τὸ τεῖχος διὰ
5 τῆς γῆς Κλειτ[ο]φ̣ῶ̣[ν]τος, καὶ παραστάσεις τῶι τείχει, ἐκ τῆς μ̣ὲν ἔ̣σω μοί-
ρης πόδας τεσσε[ρ]άκοντα, ἐκ τῆς δὲ ἔξω πόδας πεντήκοντα, καὶ κατὰ
τῶν πύργων τὰς ἐχθέσεις πόδας πεντήκοντα, καὶ τὸν Ἀστυάγου πάγον,
ὡς ὁ στεφὼν περιφέρει κύκλωι, πάντα ἐξαιρεύμεθα, καὶ ἐὰν τεῖχος δέ-
μωμεν ἀπὸ τοῦ πύργου τοῦ Ἀστυάγου πάγου τὸ κατὰ τὸ Ἕρμαιον καὶ
10 ἀνακάμπτωμεν ἄνω, ὅσα διὰ τῆς γῆς ταύτης, τὰς παραστάσεις τῶι
τείχει κατὰ τὰ προειρημένα.  λαψόμεθα δὲ λατόμια̣, ὅσ̣α ἔνεστιν
ἐν τῆι γῆι ταύτηι, ἢ σκληρὰ ἢ πώρινα.  χρησόμεθα εἰς τὰ ἔργα καὶ ὁδοῦ,
ὥστε προσάγειν τοὺς λίθους πρὸς τὰ ἔργα, καὶ ὕδατο̣ς.  τοὺς ἐργώνας
ἐν τῆι γῆι ἐναυλίζεσθαι οὐ κωλύ[σε]ι, μέχρι̣[ς ἂ]ν̣ τελε̣[ι]ω[θῆι τ]ὰ̣ ἔργα.
Search Help
Contact Us