Honorary inscription for athlete (no name), honored with statue at Pisa; 2/3; found at Ephesos: Wood, App. 6, no. 20; GIBM 615; *IEph 1615.  
[ ] IEph 1615
1 [— κατ]ὰ τὸ ἑξῆς· Ῥόδον
Ἁλεῖα παίδων, ἀνδρῶν·
ἐν Ἐφέσῳ παίδων Ὀλύμπια·
[ν] Ἐφέσῳ παίδων Βαλβίλληα·
5 Ἀθήνας παίδων Πανελλήνια·
ἐν Τράλλεσιν παίδων, ἀνδρῶν
Ὀλύμπια· Ῥώμην Καπιτώλια
ἀγενείων·  Νέαν πόλιν Σεβαστ
ἀγενείων· ἐν Νεικοπόλει ἀγενείων
10 Ἄκτια· ἐν Ἄργει ἀγενείων Νέμεια·
ἐν Ἐφέσῳ ἀγενείων Ἀρτεμείσια·
ἐν Ἱεραπόλει ἀγενείων Ἀπολλών[ια·]
ἐποίησα δὲ καὶ Ὀλύμπια τὰ ἐν Πείσῃ ἱερά·
ἐν Λαδικείᾳ ἀνδρῶν Δεῖα· ἐν Σάρδεσιν
15 ἀνδρῶν Χρυσάνθινα· Ζμύρναν
κατὰ τὸ ἑξῆς Ὀλύμπια, τὰ τῆς συνόδου,
Ἀδριανὰ Ολύμπια ἀνδρῶν πυγμήν·
τὸ δεύτερον ἀν<δρ>ῶν ἐν Πείσῃ
ἐτειμήθην ἀνδριάντι καὶ βουλῇ.
Search Help
Contact Us