Honorary inscription for P(ublius) Gavius Balbus,
procurator, on base; AD 123/148; found at Ephesos: FiE III no. 48
(PH); AnnEpig 1924, 82; *IEph 3048.
[ ]
IEph 3048
| 1 | Π(όπλιον) Γάουιον Π(οπλίου) υἱὸν |
| Παλατ(είνα) Βάλβον, ἵππον | |
| δημόσιον ἔχοντα, ἐν τοῖς ἀπολέκτοις | |
| κρείνοντα, ἔπαρχον τεχνειτῶν, ἔπαρ(χον) | |
| 5 | σπείρης βʹ Λουκηνσίων, χειλιάρχην λεγ(ιῶνος) βʹ |
| Σεβ(αστῆς), ἔπαρχον εἴλης αʹ Καννενεφατίων, ἐπί- | |
| τροπον Σεβαστοῦ ἐπὶ τῶν κήνσων Γαλατίας | |
| καὶ Παφλαγονίας, ἐπιμελητὴν ὁδῶν | |
| Κορνηλίας καὶ τριουμφαλίας, ἐπίτροπον | |
| 10 | τοῦ Σεβαστοῦ ἐπαρχείας Χερσονήσου, |
| Χερσονησῖται οἱ παρὰ τὸν Ἑλλήσ- | |
| ποντον ψηφίσματι βουλῆς Αἰλίου | |
| μουνικιπίου Κοίλων αὐξήσαντα τήν | |
| τε πόλιν καὶ τὸ ἔθνος καὶ παντοίως | |
| 15 | ἰδίᾳ τε καὶ δημοσίᾳ εὐεργετήσαντα |
| καὶ ἐν τῇ μεγίστῃ ἐνδείᾳ τῶν τροφῶν | |
| τηρήσαντα μετ’ ἐκτενείας ἅπαντας. |