Decree of [boule] (of Ephesos) concerning participation of
chrysophorountes and others in procession carrying statues
donated by Gaius Vibus Salutaris; AD 104; found at Ephesos: Wood,
App. 6, no. 1, col. 6, ll. 41-57; GIBM 481, 481*; FiE II no. 27E;
Oliver, Sacred Gerousia 3, ll. 414-430; *IEph 27E (PH).
[ ]
IEph 27E
| 414 | ἐπὶ πρ[υτάνεως Τιβ(ερίου) Κλ(αυδίου) Ἀντιπάτ]ρου Ἰουλιανοῦ, |
| 415 | [μηνὸς Ποσειδεῶνος.] |
| ἔ[δοξε τῇ βουλῇ φιλοσεβάστῳ· περὶ ὧν ἐν]εφάνισαν Τι(βέριος) Κλαύ(διος), | |
| [Τι(βερίου) Κλ(αυδίου) Ἀλεξάνδρου υἱός, Κυρ(είνα), Ἰουλιανός,] φιλόπατρις καὶ φιλο- | |
| [σέβαστος, ἁγνός, εὐσεβής, γραμματε]ὺ̣ς τοῦ δή̣μ̣ου τὸ βʹ, καὶ οἱ | |
| σ[τρατηγοὶ τῆς πόλεως φιλοσέβ]α̣στοι· ὅπως ἐξῇ τοῖς χρυσο- | |
| 420 | φ[οροῦσιν τῇ θεῷ φέρειν εἰς τὰς] ἐκκλησίας καὶ τοὺς ἀγῶνας |
| τὰ ἀπεικ[ον]ίσματα καὶ <τὰς> εἰκόνας τὰ καθιε̣ρωμέν[α ὑπὸ Γαΐο]υ | |
| Οὐειβίου Σαλουταρίου ἐκ τοῦ προνάου τῆς Ἀρτέμιδος̣, συν- | |
| επιμελουμένων καὶ τῶν νεοποιῶν, συνπαραλαμβανόντων καί τῶν | |
| ἐφήβω<ν> ἀπὸ τῆς Μαγνητικῆς πύλης καὶ συμπροπενπόντων | |
| 425 | μέχρι τῆς Κορησσικῆς πύλης. δεδόχθαι τῇ βουλῇ φιλοσε- |
| βάστῳ, καθότι προγέγραπται, Τιβ(έριος) Κλαύ(διος) Πρωρέσιος | |
| Φρητωριανός, φιλοσέβαστος, δεδογματογράφηκα. Μᾶρκος | |
| Καισέλλιος Μαρκιανός, φιλοσέβαστος, δεδογματογράφηκα. | |
| Τιβ(έριος) Κλαύ(διος) Ἰουλιανός, φιλόπατρις, φιλοσέβαστος, ἁγνός, εὐσεβής, | |
| 430 | ὁ γραμματεὺς τοῦ δήμου τὸ βʹ, ἐχάραξα. |