Honorary decree of boule and demos of Ephesos for Nikagoras Aristarchou of Rhodes; 300 BC; found at Ephesos: Wood, App. 2, no. 7; Bechtel, Inschr. ion. DIal. 147; GIBM 453; Michel 492; 0GIS 10; FiE II p. 104 (part); *IEph 1453, ll. 1-20.  
[ ] IEph 1453.1-20
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Φιλαίνετος Φιλόφρονος εἶπεν· ἐπειδὴ
Νικαγόρας Ἀριστάρχου Ῥόδιος ἀποσταλεὶς παρὰ τῶμ βασιλέων Δημητρίου
καὶ Σελεύκου πρός τε τὸν δῆμον τὸν Ἐφεσίων καὶ τοὺς ἄλλους Ἕλληνας
κατασταθεὶς εἰς τὸν δῆμον περί τε τῆς [ο]ἰκείοτητος τῆς γεγενημένης
5 αὐτοῖς διελέχθη καὶ περὶ τῆς εὐν[οία]ς ἣν ἔχοντες διατελοῦσιν εἰς
τοὺς Ἕλληνας καὶ τὴμ φιλίαν τὴμ πρότερον ὑπάρχουσαν αὐτῶι
πρὸς τὴμ πόλιν ἀνενεώσατ[ο· δ]εδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι,
[ἐπ]αινέσαι τε Νικαγόραν ἐπὶ [τῆ]ι εὐνοίαι ἣν ἔχων διατελεῖ πρὸς τοὺς
[βα]σιλεῖς καὶ τὸν δῆμον καὶ στεφανῶσαι αὐτὸγ χρυσέωι στεφάνωι
10 [καὶ ἀ]ναγγεῖλαι τοῖς [Ἐφε]σείοις ἐν τῶι θεάτρωι, δοῦναι δὲ καὶ πολιτείαν
[ἐφ’ ἵσηι] καὶ ὁμοίηι καθάπερ καὶ τοῖς λοιποῖς εὐεργέταις, ὑπάρχειν δὲ αὐτῶι
[προεδρί]αν ἐν τοῖς ἀγῶσιν καὶ εἴσπλουν καὶ ἔκπλουν καὶ ἐμ πολέμωι
[καὶ ἐν εἰρήνη]ι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηι ἢ ἐξάγηι {ἢ} εἰς τὸν ἴδιον οἶκον,
[καὶ ἔφοδον ἐπὶ τὴ]μ βουλὴγ καὶ τὸν δῆμομ πρώτωι μετὰ τὰ ἱερά· ταῦτα δὲ εἶναι
15 [καὶ τοῖς ἐκγόνοις· ἀνα]γράψαι δὲ τὰ[ς] δεδομένας αὐτῶι δωρεὰς τοὺς νεωποίας
[εἰς τὸ ἰερὸν τῆς Ἀρτέμ]ιδος· ἐπικληρῶ[σ]αι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ εἰς
[χιλιαστὺν τοὺς ἐσσῆ]νας, ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ὁ Ἐφεσίων
[τοὺς εἰς τὰ τῶν Ἑλλήν]ωγ καὶ εἰς τὰ αὐτοῦ πράγματα προθύμους ὄντας
[τιμᾶι δωρεαῖς ταῖς προ]σ̣ηκούσαις· ἀποστεῖλαι δὲ καὶ ξένια αὐτῶι τὸν
20 [οἰκονόμον ․․c.7․․]α.  ἔλαχε φυλὴν Ἐφεσεύς, χιλιαστὺν Λεβέδιος.
Search Help
Contact Us