Honorary decree of boule and demos [of Ephesos] for
Agathokles [Ha]genonos of Rhodes; IIIb; found at Ephesos: Wood,
App. 2, no. 1; GIBM 455; Michel 493; Syll3 354; *IEph 1455.
[ ]
IEph 1455
| 1 | [ἔδο]ξεν τῆι βουλῆι [κ]αὶ τῶι δήμωι· Δί[ω]ν Διοπείθους εἶπεν· ἐπειδὴ Ἀγαθοκλῆς |
| [Ἁ]γήμονος Ῥόδιος σῖτον εἰσαγαγὼν εἰς τὴμ πόλιν πυρῶν ἑκτεῖς μυρίους | |
| τετρακισχιλίους, καὶ καταλαβὼν τὸν σῖτον τὸν ἐν τῆι ἀγορᾶι πωλούμε- | |
| νομ πλέονος δραχμῶν ἕχς, πεισθεὶς ὑπὸ τοῦ ἀγορανόμου καὶ βουλόμενος | |
| 5 | χαρίζεσθαι τῶι δήμωι ἐπώλησε τὸν σῖτομ πάντα εὐωνότερον τοῦ ἐν |
| τῆι ἀγορᾶι πωλουμένου· δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι, δοῦναι Ἀγαθοκλεῖ | |
| Ῥοδίωι πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίαι καὶ αὐτῶι καὶ ἐκγ[ό]νοις, ἐπικληρῶσαι δὲ | |
| αὐτὸν τοὺς ἐσσῆνας εἰς φυλὴγ καὶ χιλιαστὺγ καὶ ἀναγράψαι αὐτῶι ταῦ- | |
| τα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος οὗ καὶ τὰς λοιπὰς πολιτείας | |
| 10 | ἀναγράφουσιν, ὅπως ἅπα<ν>τες εἰδῶσιν ὅτι ὁ δῆμος ἐπίσταται χάριτας ἀπο- |
| διδόναι τοῖς εὐεργετοῦσιν αὐτόν. ἔλαχε φυλὴμ Βεμβίνης, χιλιαστὺν Αἰγώτεος. |