Honorary decree of boule and demos [of Ephesos] for
Leukippos Hermogenous of Olynthos; IV2/III?; found at Ephesos:
Wood, App. 2, no. 2; GIBM 454; *IEph 1454.
[ ]
IEph 1454
| 1 | ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Βρόταχος Πλάτωνος εἶπεν· ἐπειδὴ Λεύ- |
| κιππος Ἑρμογένους Ὀλύνθιος πᾶσαν εὔνοιαν καὶ προθυμίαμ παρέχεται | |
| καὶ κοινῆι τῶι δήμωι καὶ ἰδίαι τοῖς ἐντυγχάνουσι τῶμ πολιτῶν· δ[εδ]όχθαι τῆι | |
| βουλῆι καὶ τῶι δήμωι· δοῦναι Λευκίππωι πολιτείαν αὐτῶι καὶ ἐκγόνοις ἐφ’ ἵσηι καὶ ὁ- | |
| 5 | μοίηι, ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν, ἀναγράψαι δὲ τόδ[ε] |
| τὸ ψήφισμα τοὺς νεωποίας εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ τὰς λοιπὰ[ς] | |
| πολιτείας ἀναγράφουσι. ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν Ἡγητόρει[ος.] |