Honorary decree of boule and demos of Ephesos for Archestratos Nikonos Makedon; 302/301 BC; found at Ephesos: Wood, App. 2, no. 25; Hicks 150; GIBM 452; Michel 491; OGIS 9; IErythrai 505; Hauben, Het vlootbevelhebberschap 14-18, no. 5; *IEph 1452.  
[ ] IEph 1452
1 ἔδοξεν τῆι βουλῆι καὶ τῶι δήμωι· Μητρᾶ[ς] εἶπεν· ἐπειδὴ Ἀρχέστρατος Νίκωνος Μακεδών, οἰκεῖος ὢν τοῦ βασιλέως Δ[ημητρίου — καὶ γενόμενος]
ἐγ Κλαζομεναῖς στρατηγός, πιστόν τε αὐτὸμ παρέσχηται εἰς τὰ τοῦ βασιλέως πράγματα καὶ τῆι πόλει τὰ πλοῖα τὰ σιτ[αγωγὰ διέσωσε, δεδόχθαι τῆι βουλῆι καὶ τῶι δήμωι· ἐπαινέσαι αὐτὸν ἀρετῆς ἕνεκε καὶ εὐνοίας ἣν ἔχει πρὸς τὸν βασιλέα]
καὶ τὸν δῆμον τὸν Ἐφεσίων, καὶ στεφανῶσαι χρυσεῶι στεφάνωι, καὶ ἀναγγεῖλαι τοῖς Διονυσίοις ἐν τῶι θεάτρωι· τῆς [δὲ ἀναγγελίας τοῦ στεφάνου ἐπιμελεῖσθαι τὸν ἀγωνοθέτην· δοῦναι δὲ αὐτῶι καὶ πολιτείαν εφ’ ἵσηι καὶ ὁμοίηι· ἐπικληρῶσαι δὲ]
καὶ εἰς φυλὴγ καὶ χιλιαστύν· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν ἐν τοῖς ἀγῶσι καὶ ἀτέλειαν ὧν ἂν εἰσάγηται ἢ ἐξάγητ[αι εἰς τὸν ἴδιον οἶκον καὶ ἐν πολέμωι καὶ ἐν εἰρήνηι καὶ κατὰ γῆν καὶ κατὰ θάλασσαν· ἀναγράψαι δὲ τόδε τὸ ψήφισμα]
5 τοὺς νεωποία̣ς εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος ὅπου καὶ αἱ λοιπαὶ πολιτεῖαι ἀναγεγραμμέναι εἰσί, ὅπως ἅπαντ[ες εἰδῶσιν ὅτι ὁ δῆμος ὁ Ἐφεσίων τιμᾶι τοὺς εὐεργετοῦντας αὐτὸν δωρεαῖς ταῖς προσηκούσαις.  ἔλαχε φυλὴν —, χιλιαστὺν —.]
Search Help
Contact Us