Honorary decree (of Ephesos) for Antiphon Antimachou of Athens; V/IV (?); found at Ephesos: Keil, JÖAI 16, 1913, 233, no. If; Schwyzer, DGEEP 708a(3); *IEph 1421.  
[ ] IEph 1421
1 Ἀντιφῶντι Ἀντιμάχο Ἀθηναίωι εὀεργέτηι ἐ[όντι το͂ Ἐφεσίων δήμο]
καὶ προθύμωι περὶ τὸ ἱερὸγ καὶ τοὺς πο[λίτας· δεδόσθαι]
πολιτείαν ἐφ’ ἵσηι καὶ ὁμοίηι αὀτῶι καὶ ἐκγόνοις· ἐπὶ Ζω[—]
πρυτανεύοντος, μηνὸς Κλαριῶνος δεκάτηι ἀν[ομένο·]
5 ἐπικληρῶσαι δὲ αὐτὸγ καὶ εἰς φυλὴγ καὶ χιλιαστύν·
ἔλαχε φυλὴν Τήϊος, χιλιαστὺν Ἐχεπτολέμειος.
Search Help
Contact Us