Honorary decree of boul[e] and demos of Ephesos for
Anaxikrates Diogenous of Athens; IVe; found at Ephesos: Keil,
JÖAI 16, 1913, 238, no. IIIe; *IEph 1443.
[ ]
IEph 1443
1 | ἔδοξε τῆι βουλ[ῆι καὶ τῶι] δήμωι· |
Ξεινῆς Αἰσιμί[δου εἶπε·] ἐπειδὴ Ἀ[ναξικρά]της Διογένους Ἀθηναῖος εὔνους ὢ[ν] | |
καὶ πρόθυμος τ[ῶι ἱερ]ῶι οἴκωι κ[αὶ τῶι δ]ήμωι τῶι Ἐφεσίωγ χρείαν παρέσχητ[αι] | |
φιλοτίμως ταῖ[ς ἱεραῖς ἀ]ρχαῖς καὶ [ταῖς δη]μοσίαις, δεδόχθαι τῆι βουλῆι καὶ [τῶι δήμωι,] | |
5 | εἶναι Ἀναξικράτει αὐτῶι καὶ ἐγγόνοις πολιτείαν καὶ ἔγκτησιν ἐφ’ ἵσηι κ[αὶ ὁμοίηι] |
καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, καὶ ἐπικληρῶσαι αὐτὸν εἰς φυλὴν | |
καὶ χιλιαστὺν τοὺς ἐσσῆνας· τὸ δὲ ψήφισμα ἀναγράψαι τοὺς νεωποί[ας] | |
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφο[υσιν,] | |
ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ἀξίως τιμᾶι τοὺς εὐεργέτας· ἔλαχε φυλὴν | |
10 | Καρηναίωγ, χιλιαστὺν Ἀγροιτέων. |