Honorary decree of boul[e] and demos of Ephesos for Anaxikrates Diogenous of Athens; IVe; found at Ephesos: Keil, JÖAI 16, 1913, 238, no. IIIe; *IEph 1443.  
[ ] IEph 1443
1 ἔδοξε τῆι βουλ[ῆι καὶ τῶι] δήμωι·
Ξεινῆς Αἰσιμί[δου εἶπε·] ἐπειδὴ Ἀ[ναξικρά]της Διογένους Ἀθηναῖος εὔνους ὢ[ν]
καὶ πρόθυμος τ[ῶι ἱερ]ῶι οἴκωι κ[αὶ τῶι δ]ήμωι τῶι Ἐφεσίωγ χρείαν παρέσχητ[αι]
φιλοτίμως ταῖ[ς ἱεραῖς ἀ]ρχαῖς καὶ [ταῖς δη]μοσίαις, δεδόχθαι τῆι βουλῆι καὶ [τῶι δήμωι,]
5 εἶναι Ἀναξικράτει αὐτῶι καὶ ἐγγόνοις πολιτείαν καὶ ἔγκτησιν ἐφ’ ἵσηι κ[αὶ ὁμοίηι]
καθάπερ καὶ τοῖς ἄλλοις εὐεργέταις, καὶ ἐπικληρῶσαι αὐτὸν εἰς φυλὴν
καὶ χιλιαστὺν τοὺς ἐσσῆνας· τὸ δὲ ψήφισμα ἀναγράψαι τοὺς νεωποί[ας]
εἰς τὸ ἱερὸν τῆς Ἀρτέμιδος, ὅπου καὶ τὰς ἄλλας πολιτείας ἀναγράφο[υσιν,]
ὅπως ἅπαντες εἰδῶσιν ὅτι ὁ δῆμος ἀξίως τιμᾶι τοὺς εὐεργέτας· ἔλαχε φυλὴν
10 Καρηναίωγ, χιλιαστὺν Ἀγροιτέων.
Search Help
Contact Us